Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1557
Not analysed yet
ἑαυτοῦ χώραν ἐκ χειρός μου, ὅτι ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου;» διδάσκει τοίνυν Ἐζεκίαν ἡ προφητεία βοᾷν· «Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου.» Ἐκεῖνοι μὲν γὰρ πράγματος ἔρημον ἔχουσιν ὄνομα, καὶ τοῦτο δὲ συλήσαντες ἔλαβον· σὺ δὲ συμβαίνουσαν ἔχεις προσηγορίαν τῷ πράγματι. Μάλα γὰρ προσφυῶς τὰ ἔργα τῇ θείᾳ προσηγορίᾳ συνέζευξεν· «Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου.» Οἱ μὲν γὰρ ἄψυχοι παντελῶς εἰσιν, οὐδὲ σφίσιν αὐτοῖς ἐπαμῦναι δυνάμενοι· ἡ δὲ σὴ μεγαλοπρέπεια τὰς τῶν ἀνθρώπων γλώττας νικᾷ. θʹ. «Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε.» Τοῦτο δὲ ἐπὶ μὲν τοῦ μακαρίου Δαβὶδ οὐδαμῶς γεγενῆσθαι μεμαθήκαμεν· ἐπὶ δὲ τοῦ Ἐζεκίου εἰκός τινας τὴν τῶν Ἀσσυρίων καταπλαγέντας ἀναίρεσιν τῷ Θεῷ προσδραμεῖν. Τὴν δὲ τῆς προφητείας ἀλήθειαν ἔδειξεν ὁ μετὰ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν καιρός· μετὰ γὰρ τὸ σωτήριον πάθος ἀπεστάλη μὲν εἰς πᾶσαν τὴν οἰκουμένην ὁ θεῖος τῶν ἀποστόλων χορός. Ἔφη γὰρ πρὸς αὐτοὺς ὁ Δεσπότης· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.» Ἐμαθήτευσαν δὲ ὡς προσετάχθησαν· καὶ τὸ τῆς ἀγνοίας ἀποσκεδάσαντες νέφος, ἰδεῖν παρεσκεύασαν [τοὺς πιστεύοντας] τῆς δικαιοσύνης τὸν Ἥλιον, καὶ τὸν σεσωκότα προσκυνῆσαι Θεόν. Τοῦτο καὶ τὰ ἐπιφερόμενα διδάσκει. «Καὶ δοξάσουσι τὸ ὄνομά σου. [ιʹ.] Ὅτι μέγας εἶ σύ· καὶ ποιῶν θαυμάσια σὺ, ὁ Θεὸς μόνος.» Προσοίσουσι δέ σοι τὸν ὕμνον, σὲ μόνον μεμαθηκότες εἶναι Θεόν· ἡ γὰρ τῶν σῶν θαυμάτων μεγαλουργία ταύτην αὐτοῖς παρέξει τὴν γνῶσιν. [Καὶ ὅρα πῶς σαφέστερον αὐτὸ διὰ τῶν ἑξῆς ἔθηκεν ἐν τῷ εἰπεῖν·] ιαʹ. «Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου· καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου.» Προθεσπίσας τοῖς ἔθνεσι τὴν ἐσομένην τῆς πλάνης ἀπαλλαγὴν, ἱκε-