Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1560
Not analysed yet
τεύει καὶ αὐτὸς ταύτης ἀπολαῦσαι τῆς ποδηγίας, καὶ ἐν τῇ τῆς ἀληθείας ὁδῷ τὴν πορείαν ποιήσασθαι. [Καὶ ὅρα τί φησι διὰ τῶν ἑξῆς.] «Εὐφρανθήτω ἡ καρδία μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.» Ὁ τὴν περὶ Θεὸν εὐλάβειαν κεκτημένος τὴν ἔννομον ἀσπάζεται πολιτείαν· μήτηρ δὲ εὐφροσύνης ἡ τοιαύτη ζωή. Εἰκότως τοίνυν ὁ Προφήτης τῷ φόβῳ τῷ θείῳ τὴν οἰκείαν εὐφρανθῆναι καρδίαν ἱκέτευσεν. Οὕτω γὰρ καὶ ἀλλαχοῦ φησιν· «Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον.» Καὶ πάλιν· «Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην.» ιβʹ, ιγʹ. «Ἐξομολογήσομαί σοι, Κύριε, ὁ Θεός μου ἐν ὅλῃ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμέ.» Οἶδα, φησὶν, ὡς παρέξεις τὴν αἴτησιν, καὶ λύσεις τὰ σκυθρωπὰ, καὶ παρασκευάσεις με τὴν χαριστήριον ὑμνῳδίαν ὑπὲρ τῆς εἰς ἐμὲ γεγενημένης φιλανθρωπίας προσενεγκεῖν. «Καὶ ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.» Τὸ μέγεθος τῶν κινδύνων διὰ τούτων ἐδήλωσε· καὶ γὰρ ὁ θεῖος Δαβὶδ τοιούτους πολλάκις ὑπέμεινε, καὶ ὑπὸ τοῦ Σαοὺλ πολεμούμενος, καὶ ὑπὸ τοῦ Ἀβεσαλὼμ διωκόμενος. Καὶ τῶν Ἀσσυρίων δὲ ἡ προσβολὴ προῦπτος ἦν ὄλεθρος. Οὗ δὴ χάριν θάνατον ἔσχατον, καὶ ᾅδην κατώτατον, τοὺς τοιούτους κινδύνους ὠνόμασεν. [Ἀλλ' ὅτι καὶ ὁ τοῦ παντὸς δημιουργὸς, τουτέστιν ὁ Θεὸς Λόγος σαρκωθεὶς ἐκ Παρθένου καὶ σταυρὸν καὶ θάνατον ἑλόμενος εἰς τὰ κατώτερα μέρη τῆς γῆς κατέβη, ἵνα τοὺς ἀπ' αἰώνων κρατηθέντας ὑπὸ τῆς φθορᾶς μὴ μόνον ἐγείρῃ, ἀλλὰ καὶ τῆς ἀθανασίας ἐμπλήσῃ. Εἶτά φησι·] ιδʹ. «Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ' ἐμέ· καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου.» Καὶ οἱ τοῦ Δαβὶδ πολέμιοι παρανομίᾳ συνέζων, καὶ οἱ Ἀσσύριοι δυσσεβείας ἦσαν καὶ πονηρίας ἐργάται. [Τοὺς γὰρ ἀμφοτέρους συνάψας συναγωγὴν κραταιὰν πρὸς τὴν τότε κρατοῦσαν κατάστασιν ὠνόμασεν.] Καὶ οὗτοι μέντοι κἀκεῖνοι δύναμιν εἶχον τῇ πονηρᾷ γνώμῃ συμπράττουσαν· διπλοῦν δὲ ἐντεῦθεν τοῖς ἀδικουμένοις τὸ δέος ἐφύετο. Διὸ πρὸς τὸν Θεὸν καταφεύγουσι, καὶ τὴν ἐκεῖθεν αἰτοῦσιν ἐπικουρίαν. «Καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν.» Τὴν σὴν πρόνοιαν οὐκ ἔλαβον εἰς διάνοιαν. ιεʹ, ιϛʹ. «Καὶ σὺ, Κύριε, ὁ Θεός μου οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος, καὶ πολυέλεος, καὶ ἀληθινός. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με.» Ἐπειδὴ φιλανθρωπίας ὑπάρχεις πηγὴ, καὶ οἴκτου, καὶ ἐλέους προχέεις τὰ νάματα, πρόσεστι δέ σοι καὶ ἀλήθεια, καὶ κρίνεις τοὺς πονηρίᾳ συ-