Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1561
Not analysed yet
ζῶντας· τῶν τῆς ἀγαθότητος μετάδος ψεκάδων, καὶ κρείττονα δεῖξον τῶν πολεμούντων. «Δὸς τὸ κράτος σου τῷ παιδί σου· καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.» Δοῦλός τε γάρ εἰμι σὸς, καὶ σῆς θεραπαίνης υἱός· ἀντὶ τοῦ, ἄνωθεν καὶ ἐκ προγόνων ὑπὸ τὴν σὴν δεσποτείαν τελῶ· διόπερ ὡς δοῦλος παρὰ Δεσπότου τὴν σωτηρίαν αἰτῶ. ιζʹ. «Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθόν.» Τῶν σημείων τὰ μέν ἐστι τιμωρίας, ὡς ἐπὶ τῶν Αἰγυπτίων· τὰ δὲ σωτηρίας, ὡς ἐπὶ τῶν Ἑβραίων. Διάτοι τοῦτο καὶ ὁ προφήτης τῷ διορισμῷ προσεχρήσατο, καὶ οὐχ ἁπλῶς σημεῖον, ἀλλ' ἀγαθὸν σημεῖον ἐξῄτησεν· ἀντὶ τοῦ, Ποίησον σημεῖον ἐμοὶ φέρον τὴν σωτηρίαν, καὶ τῇ θαυματουργίᾳ ἐμοὶ πραγματευόμενον τῶν ἀγαθῶν τὴν φοράν. [Λέγει καὶ τίνος ἕνεκεν ἀντιβολεῖ δοθήσεσθαι αὐτῷ τὸ σημεῖον τοῦτο.] «Καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν· ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με.» Τὴν γὰρ εἰς ἐμὲ πρόνοιαν οἱ δυσμενεῖς θεώμενοι, αἰσχύνης ἀναπλησθήσονται, καὶ ἐπονείδιστοι παρὰ πᾶσι γενήσονται. [Κυρίως δὲ σημεῖον ἀγαθὸν τοῖς ἔθνεσιν ὁ ἐκ Θεοῦ Θεὸς τὸν σταυρὸν ἐχαρίσατο, δι' οὗ τὸν κοινὸν ἐχθρὸν ἐτροπώσατο καὶ τρόπαιον κατὰ δαιμόνων καὶ παθῶν ἔπηξεν. Ἀμήν.] ΕΡΜΗΝ. ΤΟΥ Πϛʹ ΨΑΛΜΟΥ. αʹ. «Τοῖς υἱοῖς Κορὲ, Ψαλμὸς ᾠδῆς.» Τῶν ἐθνῶν καὶ οὗτος ὁ ψαλμὸς προαγορεύει τὴν σωτηρίαν, καὶ τὴν εὐσεβῆ πολιτείαν προλέγει, ἣν ὁ Δεσπότης Χριστὸς ἐνανθρωπήσας ἐδίδαξεν. «Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.» Θεμέλια τῆς εὐσεβείας, τὰ θεῖα παιδεύματα· Ὄρη δὲ ἅγια, ἐφ' ὧν ταῦτα πέπηγε τὰ θεμέλια, οἱ τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοι. Περὶ τούτων γὰρ ὁ μακάριος ἔφη Παῦλος· «Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ.» Καὶ πάλιν· «Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἱ δοκοῦντες στύλοι εἶναι.» Καὶ ὁ Κύριος τῷ Πέτρῳ, μετὰ τὴν ἀληθῆ καὶ θείαν ἐκείνην ὁμολογίαν· «Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Καὶ αὖθις· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.» Ἐπὶ τούτων τῶν ἁγίων ὀρῶν ὁ Δεσπότης Χριστὸς κατέπηξε τὰ τῆς εὐσεβείας θεμέλια. βʹ. «Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.» Τίς δὲ αὕτη ἡ Σιὼν, ὁ θεσπέσιος Παῦλος ἑρμηνευέτω· «Προσεληλύθατε