Ancient Greek · ~6 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1564
Not analysed yet
Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς.» Καὶ πάλιν· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥ τίς ἐστι μήτηρ ἡμῶν.» Καὶ περὶ τοῦ πατριάρχου Ἀβραὰμ ἐν τῇ πρὸς Ἑβραίους διαλεγόμενος, καὶ ταῦτα προστέθεικεν· «Ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.» Καὶ αὖθις περὶ τῶν ἄλλων ἁγίων· «Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν, ὅτι πατρίδα ἐπιζητοῦσι. Καὶ εἰ μὲν ἐκείνης μνημονεύουσιν, ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου.» Διδασκόμεθα τοίνυν εἶναί τινα πόλιν ἐπουράνιον, καὶ Ἱερουσαλὴμ ὀνομαζομένην, οὐ πύργους ἔχουσαν, καὶ περιβόλους, οὐδὲ λίθων μαρμαρυγαῖς ἀποστίλβουσαν, ἀλλὰ χοροῖς ἁγίων λαμπρυνομένην, καὶ ἀγγελικῇ πολιτείᾳ καλλυνομένην. Ταύτης τῆς πόλεως οὐκ ἄν τις ἁμάρτοι πύλας προσαγορεύσας τὰς ἐπὶ γῆς Ἐκκλησίας· διὰ τούτων γὰρ εἰσελθεῖν εἰς ἐκείνην δυνατόν. Ἐν ταύταις γὰρ παιδευόμενοι καὶ προγυμναζόμενοι, ἐκείνης τῆς πόλεως διδασκόμεθα πολιτείαν. Ταύτας ἔφη τὰς πύλας ὁ προφητικὸς λόγος ἐπεράστους εἶναι τῷ τῶν ὅλων Θεῷ, καὶ τῶν Ἰουδαικῶν σκηνωμάτων προτετιμῆσθαι. γʹ. «Δεδοξασμένα ἐλαλήθη περί σου, ἡ πόλις τοῦ Θεοῦ.» Θαυμαστά τινα καὶ παράδοξα τὰ περὶ σοῦ θεσπιζόμενα, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβαίνοντα προσδοκίαν· ὅτι δὲ οὐδαμῶς τῇ κάτω Σιὼν ἁρμόττει τὰ εἰρημένα, τὰ ἐπαγόμενα μαρτυρεῖ. δʹ. «Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος, καὶ λαὸς τῶν Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ.» Ταῦτα, φησὶν, ὦ θεία πόλις, λελάληται περὶ σοῦ· ὥστε τοὺς πάλαι δυσσεβείᾳ συζῶντας, καὶ τῷ ζόφῳ τῆς ἀγνοίας κατεχομένους, τῆς ἐν σοὶ κατοικίας ἀξιωθῆναι, καὶ τῆς σῆς πολιτείας μεταλαχεῖν. Διά τοι τοῦτο τῶν προειρημένων ἐθνῶν ἀνέμνησεν,