Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1565
Not analysed yet
ὡς παρανομωτάτων, καὶ τῆς ἀσεβείας ἀναδησαμένων τὸ κράτος, ἵνα διὰ τούτων καὶ τοὺς ἄλλους δηλώσῃ. Ῥαὰβ μὲν γὰρ καὶ Χαναναία καὶ πόρνη· Βαβυλὼν δὲ, θηριώδης καὶ δυσσεβής· οἱ δὲ ἀλλόφυλοι ἤ τοι Φυλιστιαῖοι· δεδηλώκαμεν δὲ ἤδη τίνες οὗτοι· καὶ δεισιδαίμονες καὶ παράνομοι. Τῆς δὲ Τύρου καὶ τὴν ἀσέβειαν καὶ τὴν ἀσέλγειαν, ὁ προφήτης Ἰεζεκιὴλ ἐτραγῴδησε· λαὸν δὲ τῶν Αἰθιόπων, οὐ μόνον αὐτοὺς Αἰθίοπας, ὧν αἱ ψυχαὶ τὴν τοῦ σώματος ἐμιμήσαντο χροὰν, ἀλλὰ καὶ πάντας τοὺς μέλανας τῇ ψυχῇ, ὁ προφητικὸς ἐκάλεσε λόγος. Καὶ γὰρ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων ἡ Νύμφη βοᾷ· «Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλήμ.» [Μέλαινα μὲν ἐξηπατημένη, τῇ κνίσῃ τῶν ἀλόγων κατεσπιλωμένη· καλὴ δὲ περιμένουσά σε τὸν ἐξ οὐρανῶν ἥξοντα Δεσπότην διὰ τὴν ἐμὴν σωτηρίαν.] Καὶ δεδήλωκε κατὰ ταυτὸν τῆς τε δυσσεβείας τὸν ζόφον, καὶ τὴν δεδομένην ὑπὸ τῆς θείας χάριτος ὥραν. Ταῦτα μέντοι τὰ ἔθνη, ἐπὶ μὲν τῶν Ἰουδαίων, εἰς τὴν Ἱερουσαλὴμ οὐ συνῆλθεν, οὐδὲ τὴν νομικὴν πολιτείαν ἠγάπησεν· μετὰ δὲ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, καὶ ταύτην κατοικεῖ τὴν Ἱερουσαλὴμ, καὶ τὰς κατὰ τὴν οἰκουμένην ἐκκλησίας πληροῖ, καὶ εἰς τὴν ἄνω μεταβαίνει Σιὼν, καὶ τῆς μακαρίας ἐκείνης πολιτείας μεταλαγχάνει. [Ἐκ ποίων γὰρ ἐθνῶν οὐκ ἐπίστευσαν τῷ Σωτῆρι; Τίνες δὲ τούτων οἱ μὴ καταλαβόντες καὶ τὴν κάτω Ἱερουσαλὴμ διὰ τὸ προσκυνῆσαι τοὺς ἐπιφανεστάτους καὶ σεπτοὺς τόπους, ἐν οἷς οὐ μόνον ὁ ἐκ Θεοῦ Θεὸς σαρκωθεὶς, ἀλλὰ καὶ ποσὶ φιλανθρωπίας ἐβάδισε. Καλῶς οὖν ἔχων διὰ τῶν ἑξῆς ἔφησε·] εʹ. «Μήτηρ Σιὼν ἐρεῖ ἄνθρωπος.» Μητέρα δὲ ἕκαστος τὴν Σιὼν ὀνομάσει, καὶ πᾶς ἄνθρωπος ἐρεῖ, ὅτι μήτηρ ἡ Σιών. [Οὕτω καὶ ὁ μακάριος λέγει Παῦλος· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.»] «Καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ.» Τῷ Ἐρεῖ ἄνθρωπος καὶ τοῦτο συνῆπται. Ὁ γὰρ τὴν Σιὼν ὀνομάζων μητέρα, ὁμολογήσει καὶ τοῦ ἐν αὐτῇ τεχθέντος ἀνθρώπου τὴν γέννησιν· καὶ ἵνα μή τις ἄνθρωπον τοῦτον ὑπολάβοι ψιλὸν, εὐθὺς ἐπήγαγεν· «Καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος.» Οὗτος γὰρ ὁ ἐν αὐτῇ τεχθεὶς ἄνθρωπος, καὶ ποιητής ἐστι, καὶ δημιουργὸς, ὕψιστος ὢν, καὶ Θεός.