Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1568
Not analysed yet
ϛʹ. «Κύριος διηγήσεται ἐν γραφῇ λαῶν, καὶ ἀρχόντων τούτων γεγενημένων ἐν αὐτῇ.» Ὁ δὲ Σύμμαχος οὕτως· Κύριος ἀριθμήσει γράφων λαούς· οὗτος ἐτέχθη ἐκεῖ. Ὁ γὰρ τοὺς ἐν αὐτῇ πολιτευομένους λαοὺς τῆς παρ' αὐτοῦ γραφῆς ἀξιῶν, ἐν αὐτῇ κατὰ τὸ ἀνθρώπινον ἐγεννήθη Κύριος ὢν καὶ Θεός. Ταύτην δὲ τὴν ἀρίθμησιν καὶ ὁ Κύριος ἡμῶν ἐδίδαξε πρὸς τοὺς ἱεροὺς εἰρηκὼς ἀποστόλους· «Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσί.» Καὶ τὴν ἀναγραφὴν δὲ τοῖς οἰκείοις μαθηταῖς ἐδήλωσε λέγων· «Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται, ἀλλ' ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς.» ζʹ. «Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.» Ἡ γὰρ ἐν οὐρανοῖς πολιτεία, πάσης ἀθυμίας κεχωρισμένη, τὴν ἀκραιφνῆ καὶ καθαρὰν εὐφροσύνην ἔχει, καὶ θυμηδίαν. Ταύτην δὲ οὐ παροικοῦσιν, ἀλλ' εἰς αἰῶνα κατοικοῦσιν, τῆς εὐσεβείας οἱ τρόφιμοι. ΕΡΜΗΝ. ΤΟΥ ΠΖʹ ΨΑΛΜΟΥ. αʹ. «ᾨδὴ ψαλμοῦ, Τοῖς υἱοῖς Κορέ· εἰς τὸ τέλος, ὑπὲρ Μαελὲθ τοῦ ἀποκριθῆναι· συνέσεως, Αἰμὰν τῷ Ἰσραηλίτῃ.» Ὁ δὲ Σύμμαχος, ἀντὶ τοῦ, ὑπὲρ Μαελὲθ, διὰ χοροῦ εἴρηκεν· ὁ δὲ Ἀκύλας, ἐπὶ χορείᾳ· καὶ ὁ Αἰμὰν δὲ χοροῦ τινὸς ἐξῆρχεν ᾀδόντων, καὶ τὸν Θεὸν ἀνυμνούντων. Ἡ δὲ ἀπόκρισις αἰνίττεται τὰ ἀντιφθεγγόμενα τάγματα τῶν χορῶν. Ἡ μέντοι προφητεία προθεσπίζει τὰς Ἰουδαίων συμφορὰς, καὶ τὴν ἐν Βαβυλῶνι δουλείαν. Διδάσκει δὲ κατὰ ταυτὸν καὶ πάσης ὁμοῦ τῆς ἀνθρωπίνης φύσεως τὰς μετὰ τὴν ἁμαρτίαν ὀδύνας. Ἐσχημάτισται δὲ εἰς ἱκετείαν ἡ τοῦ ψαλμοῦ προφητεία, ὑπό τε τούτων, ὑπό τε κοινῇ πάντων προσφερομένη τῷ φιλανθρώπῳ Θεῷ· ἁρμόττει δὲ τοῖς εὐσεβεστέροις ἡ προσευχή. βʹ, γʹ. «Κύριε, ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου.» Σὲ, Δέσποτα, Κύριον οἶδα τῆς ἐμῆς σωτηρίας· διά τοι τοῦτο νύκτωρ καὶ μεθ' ἡμέραν ἀντιβολῶ τὴν ἐμὴν ἱκετείαν δεχθῆναι. [Τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς·] «Κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.» [Καὶ τίνος ἕνεκεν ἀντιβολεῖ διὰ τῶν ἑξῆς καὶ λέγει·]