Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1569
Not analysed yet
δʹ. «Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν.» Τὸ πλῆθος ἀντιβολῶ σε τῶν περιστοιχιζόντων με θεωρήσας κακῶν [ἀποσόβησον·] παρ' αὐτὸν γάρ εἰμι τὸν θάνατον, καὶ τῆς σῆς δέομαι βοηθείας, [ἧς γεγυμνωμένος δεδούλωμαι τῇ ἁμαρτίᾳ. Τοῦτο γὰρ λέγει·] εʹ. «Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον.» Ἀφύκτοις τισὶ περιπέπτωκα συμφοραῖς, καὶ ἀπαλλαγὴν οὐδεμίαν εὑρίσκω, ἀλλ' ἔοικα τοῖς εἰς λάκκον ἐμπεπτωκόσι, καὶ ἀναβῆναι μὴ δυναμένοις. «Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος.» Πάσης προνοίας καὶ κηδεμονίας γεγύμνωμαι. ϛʹ. «Ἐν νεκροῖς ἐλεύθερος.» Καὶ μηδέπω τὴν τελευτὴν ὑπομείνας, μηδὲ τοῦ θανάτου τὴν δουλείαν δεξάμενος, ἐμαυτὸν συναριθμῶ τοῖς ἐν νεκροῖς. «Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.» Τῷ Ἐγενήθην καὶ ταῦτα συντέτακται. Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος, καὶ μηδέπω τοῦ θανάτου τὴν δουλείαν δεξάμενος. Ἐγενήθην ὡς τραυματίας ἐν πολέμῳ τετρωμένος, καὶ ταφῇ παραδεδομένος. Τοῦτο γὰρ οὕτως ὁ Σύμμαχος εἴρηκεν· Ὡς οἱ τετρωμένοι οἱ κείμενοι ἐν τάφῳ, ὧν οὐ μνημονεύσῃ οὐκ ἔτι, οἵ τινες ὑπὸ τῆς χεῖρός σου ἐξεκόπησαν. [Ἐκεῖνοι γὰρ, φησὶν, ὑπὸ τῆς προνοίας τῆς σῆς ἐξεκόπησαν· φθάσει δὲ ἡ σὴ ῥοπὴ, ἵνα μὴ τῷ αὐτῷ βόθρῳ κἀγὼ περιπέσω.] ζʹ. «Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς, καὶ ἐν σκιᾷ θανάτου.» Καὶ ταῦτα τοῖς ἐν Βαβυλῶνι διάγειν ἠναγκασμένοις ἁρμόττει τὰ ῥήματα, καὶ πάσῃ τῶν ἀνθρώπων τῇ φύσει. Ἐκεῖνοί τε γὰρ πονηροῖς ἀνθρώποις δουλεύοντες ὀδυνηρὸν βίον ἔζων· καὶ ἅπαντες ἄνθρωποι παντοδαπαῖς μετὰ τὴν ἁμαρτίαν περιέπεσαν συμφοραῖς. Μετὰ γὰρ τὴν παράβασιν τῆς ἐντολῆς θάνατος, καὶ πένθος, καὶ δάκρυα, οἰμωγαί τε, καὶ ὀλοφύρσεις, χηρεῖαι, καὶ ὀρφανίαι, καὶ πενίαι, καὶ δυσκληρίαι, καὶ τ' ἄλλα μυρία καὶ δυσδιήγητα σκότον καὶ τοῖς ζῶσιν ἐπάγοντα. [Ὁρᾶτε πηλίκον κακὸν ἡ παρακοή· ὥστε μὴ μόνον Θεὸν χωρίσαι, ἀλλὰ καὶ τοσούτων κακῶν περιστοιχίζειν.] ηʹ. «Ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου· καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ' ἐμέ.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἐμοὶ ἐπείσφρησεν ὁ θυμός σου, καὶ ταῖς καταιγίσι σου ἐκάκωσάς με. Ἐπιμένεις, φησὶ, τιμωρούμενος, καὶ παντοδαπάς