Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1572
Not analysed yet
μοι συμφορῶν προσβολὰς ἐπιφέρων. Ἐκ μεταφορᾶς τῶν ναυαγούντων, καὶ πολλὰς μὲν κυμάτων προσβολὰς, πολλὰς δὲ ἀνέμων ἐμβολὰς δεχομένων. θʹ. «Ἐμάκρυνας τοὺς γνωστούς μου.» Ἔρημός εἰμι, καὶ συνήθων, καὶ συγγενῶν· οἱ μὲν γὰρ ἐν Βαβυλῶνι δορυάλωτοι, τῆς δουλείας δεξάμενοι τὸν ζυγὸν, ἐσκεδασμένοι, καὶ τῆς τῶν φίλων συγγενείας καὶ συνουσίας ἐστερημένοι, τὴν ἐντεῦθεν οὐκ εἶχον παραψυχήν. Πάντες δὲ ἄνθρωποι δυσσεβείᾳ συζῶντες τῆς παρὰ τῶν ἀγγέλων κηδεμονίας οὐ μετελάγχανον. «Ἔθεντό με βδέλυγμα ἑαυτοῖς·» τουτέστιν οἱ πολέμιοι. «Παρεδόθην, καὶ οὐκ ἐξεπορευόμην.» Τῶν ἐπικειμένων μοι κακῶν ἀπαλλαγὴν οὐδεμίαν εὑρίσκω. ιʹ. «Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας.» Ὁ δὲ Σύμμαχος οὕτως· Ὁ ὀφθαλμός μου ἐξέῤῥευσεν ἀπὸ τῆς κακώσεως. Εἰς δάκρυα γὰρ τοὺς ὀφθαλμούς μου κατεδαπάνησα, κλαίειν ὑπὸ τῆς ὀδύνης καταναγκαζόμενος. «Ἐκέκραξα πρὸς σὲ, Κύριε, ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου.» Ἕνα τοίνυν πόρον δὸς τῆς τῶν δεινῶν ἀπαλλαγῆς, τὴν σὴν, Δέσποτα, προμήθειαν· ἐκτείνων γὰρ ἀεὶ τὰς χεῖρας ἀντιβολῶ σε. Τὴν πικρὰν δὲ τῆς ψυχῆς ὀδύνην τοῦτο τὸ σχῆμα δηλοῖ. Ὑπὸ γὰρ τῆς χρείας ἀναγκαζόμενος σπουδαιότερόν τις οὕτως ἱκετεύει τὸν δοῦναι δυνάμενον. ιαʹ. «Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι;» Ἔτι μοι ζῶντι, φησὶ, τὴν σὴν δεῖξον θαυματουργίαν· ἀποθανὼν γὰρ ταύτην οὐκ ὄψομαι. Οὐ γάρ ἐστιν ἰατρὸς ἀπαλλάξαι θανάτου δυνάμενος· ποῖον γὰρ φάρμακον ταύτην ἔχει τὴν δύναμιν; ιβʹ. «Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου, ἐν τῇ ἀπωλείᾳ;» [τουτέστιν, οὐδεὶς διηγήσεται οὐδὲ ἐξομολογήσεται μετὰ τὴν ἐνθένδε ἐκδημίαν.] ιγʹ. «Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;» Μὴ δυνατὸν, φησὶ, τοὺς εἰς κόνιν διαλυθέντας νεκροὺς, καὶ ἐν τῷ τάφῳ τοῦ θανάτου διάγοντας, καὶ λήθῃ παραδεδομένους, τῆς σῆς αἰσθέσθαι φιλανθρωπίας, καὶ τῶν σῶν θαυμάτων θεατὰς καταστῆναι; ιδʹ. «Κἀγὼ πρὸς σὲ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωῒ ἡ προσευχή μου προφθάσει σε.» [Ὁ δὲ