Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1573
Not analysed yet
Σύμμαχος οὕτως· Ἐμοῦ δὲ πρὸς σὲ, Κύριε, ἡ οἰμωγὴ, καὶ κατ' ὄρθρον ἡ προσευχή μου προφθάσει σε.] Ἐπιθυμῶν γὰρ ἐν τῇ ζωῇ τῶν ἐπικειμένων ἀπαλλαγῆναι κακῶν, ὀδυνώμενος ποτνιῶμαι, καὶ φθάνω τῇ δεήσει τὸν ὄρθρον. ιεʹ. «Ἱνατί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ;» Τί δήποτε τοίνυν ἀποπέμπεις με, Δέσποτα· καὶ τῆς εὐμενείας οὐ μεταδίδως τῆς σῆς; ιϛʹ. «Πτωχός εἰμι ἐγὼ, καὶ ἐν κόποις ἐκ νεότητός μου.» Νεότης τοῦ μὲν Ἰσραὴλ, ἡ ἐξ Αἰγύπτου ἔξοδος· πάντων δὲ ἀνθρώπων ἡ μετὰ τὴν παράβασιν τῆς ἐντολῆς ἔξω τοῦ παραδείσου ζωή. Καὶ οὗτοι δὲ κἀκεῖνοι πάντα τὸν ἐν μέσῳ χρόνον ταλαιπωρούμενοι διετέλεσαν. «Ὑψωθεὶς δὲ ἐταπεινώθην, καὶ ἐξηπορήθην.» Οἵ τε γὰρ Ἰουδαῖοι μετὰ τὴν περιφάνειαν περιέπεσον τῇ δουλείᾳ· καὶ τῶν ἀνθρώπων ἡ φύσις, κατ' εἰκόνα θείαν γεγενημένη, καὶ τῆς ἐν παραδείσῳ ζωῆς ἠξιωμένη, μειζόνων ἐπιθυμήσασα, καὶ τῶν δεδωρημένων ἐξέπεσεν. ιζʹ, ιηʹ. Ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με. Ἐκύκλωσάν με ὡσεὶ ὕδωρ.» Πᾶσαν, φησὶν, ἐκίνησας κατ' ἐμοῦ τὴν ὀργὴν, καὶ ταῖς φοβερωτάταις με διετάραξας τιμωρίαις, καὶ ταύταις καθάπερ ὕδασιν ὑποβρύχιόν με πεποίηκας. «Ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα.» Ὑπὸ τούτων καθ' ἑκάστην περικλύζομαι τὴν ἡμέραν. ιθʹ. «Ἐμάκρυνας ἀπ' ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.» Τοσαύταις δὲ συμφοραῖς προσπαλαίων οὐδὲ τὴν ἀπὸ τῶν συνήθων ἔχω παραψυχὴν, ἔρημος τῆς τούτων συνουσίας διὰ τῆς δουλείας ταλαιπωρίαν γενόμενος· ταῦτα δὲ οὐ μόνον Ἰουδαίοις ἥρμοττε λέγειν, οὐδὲ πᾶσιν ἀνθρώποις πρὸ τῆς τοῦ Σωτῆρος ἐπιφανείας, ἀλλὰ καὶ νῦν τοῖς τὰ ὅμοια πάσχουσιν ἡ ἱκετεία προσφυὴς καὶ κατάλληλος· «Ὅσα γὰρ προεγράφη, κατὰ τὸν θεῖον Ἀπόστολον, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς, καὶ τῆς παρακλήσεως τῶν Γραφῶν, τὴν ἐλπίδα ἔχωμεν.» ΕΡΜΗΝ. ΤΟΥ ΠΗʹ ΨΑΛΜΟΥ. αʹ. «Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ,» Ὁ μακάριος Δαβὶδ σηκοῖς τετιμημένους ὁρῶν τοὺς