Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1576
Not analysed yet
ψευδωνύμους θεοὺς, μόνην δὴ τοῦ Θεοῦ τὴν κιβωτὸν ἀγέραστον διαμένουσαν, ὑπέσχετο τὸν θεῖον οἰκοδομήσειν νεών. Ταύτην αὐτοῦ τὴν γνώμην ἀποδεξάμενος ὁ Θεὸς, τὴν καλὴν ἐπαγγελίαν ἀμείβεται, καὶ ὑπισχνεῖται ἐκ τῆς ὀσφύος αὐτοῦ λογικὸν ἑαυτῷ κατασκευάσαι νεὼν, καὶ διὰ τούτου τὴν ἁπάντων ἀνθρώπων πραγματεύεσθαι σωτηρίαν, καὶ ἀτελεύτητον αὐτῷ παρέξειν τὴν βασιλείαν. Ταύτας δὲ τὰς ὑποσχέσεις διὰ τοῦ προφήτου Νάθαν πρὸς αὐτὸν ἐποιήσατο· καὶ τοῦτο σαφῶς ἡ τῶν Παραλειπομένων ἱστορία διδάσκει.» Καὶ ἐν τῇ δευτέρᾳ δὲ τῶν Βασιλειῶν Νάθαν πρὸς αὐτὸν ἔφη, «Καὶ ἀπαγγελεῖ σοι, Κύριος, ὅτι οἶκον οἰκοδομήσει ἑαυτῷ.» Μέμνηται δὲ τούτων καὶ ἡ τῶν πράξεων ἱστορία. Ὁ γὰρ μακάριος Πέτρος ἐν Ἰουδαίοις δημηγορῶν, πρὸς ἄλλοις πολλοῖς καὶ ταῦτα διεξελήλυθεν· «Προφήτης οὖν ὑπάρχων ὁ Δαβὶδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν Χριστὸν, καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι Οὐκ ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδὲ ἡ σὰρξ αὐτοῦ, εἶδε διαφθοράν·» [ὁ δίχα ἁμαρτίας· οὐκ ἔστι δὲ ἐν ἀνθρώποις τις δίχα ἁμαρτίας, εἰ μὴ Ἰησοῦς ὁ ἐκ Δαβὶδ σαρκωθεὶς Θεὸς Λόγος.] Ταύτας τὰς ὑποσχέσεις καὶ πρὸς τὸν πατριάρχην Ἀβραὰμ ἐποιήσατο. Ἔφη γὰρ πρὸς αὐτόν· «Ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πάντα τὰ ἔθνη τῆς γῆς.» Ἑρμηνεύων δὲ τοῦτο ὁ θεσπέσιος Παῦλος οὕτως ἔφη· «Τῷ δὲ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, καὶ τοῖς σπέρμασιν ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, καὶ τῷ σπέρματί σου, ὅς ἐστιν ὁ Χριστός.» Εἰς ταύτας ἀφορῶντες τὰς ἐπαγγελίας οἱ τούτων ἀπόγονοι, καὶ βλέποντες σφᾶς αὐτοὺς αἰχμαλώτους γεγενημένους καὶ τὴν ἀλλοτρίαν οἰκεῖν ἠναγκασμένους, καὶ τὴν μὲν βασιλίδα πόλιν ἔρημον γεγενημένην, ἐσβεσμένην δὲ τὴν βασιλείαν, ἀναμιμνήσκουσι τῶν ὑποσχέσεων τὸν τῶν ὅλων Θεόν. Καὶ ποτὲ μὲν τὸν πατριάρχην Ἀβραὰμ εἰς μέσον προφέρουσι, καὶ τὸν υἱὸν τὸν ἐκείνου, καὶ τὸν ἔκγονον, τῶν συνθηκῶν ἀναμιμνήσκοντες τὸν Θεόν· ποτὲ δὲ τὸν μακάριον Δαβὶδ, καὶ τὰς πρὸς αὐτὸν γεγενημένας ἐπαγγελίας. Οὕτως οἱ μακάριοι μάρτυρες, Ἀνανίας,