Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1588
Not analysed yet
κϛʹ. «Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ· καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ.» Δώσω δὲ αὐτῷ κατὰ θάλασσαν καὶ κατ' ἤπειρον κράτος· διὰ γὰρ τῶν ποταμῶν, τὴν ἤπειρον παρεδήλωσεν. κζʹ. «Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σύ. Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου·» [ἐν τῷ λέγειν τὸν Χριστὸν, «Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο.» Καὶ ἐν τῷ λέγειν αὐτὸν πάλιν τοῖς ἀποστόλοις· «Πορεύομαι εἰς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.»] κηʹ. «Κἀγὼ πρωτότοκον θήσομαι αὐτόν· ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.» Ταῦτα μέντοι οὔτε ἐπὶ τοῦ Δαβὶδ, οὔτε ἐπὶ τοῦ πολυθρυλλήτου Σολομῶντος τετύχηκε πέρατος. Οὔτε γὰρ τῆς θαλάττης ἐκράτησε Σολομὼν, ἢ Δαβὶδ, οὔτε πρωτότοκος ὠνομάσθη Θεοῦ, οὔτε τῶν βασιλέων ἁπάντων τὴν ἐξουσίαν ἐδέξατο. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσεν, Ὕψιστον [παρὰ] τοῖς βασιλεῦσι τῆς γῆς· καὶ ὁ Σύμμαχος, Ἀνώτατον τῶν βασιλέων τῆς γῆς. Εἰ δὲ μήτε τῷ Δαβὶδ, μήτε τῷ Σολομῶντι ἁρμόττει ταῦτα τὰ ῥήματα, ἀψευδὴς δὲ τοῦ Θεοῦ ἡ ὑπόσχεσις, τυφλώττουσιν Ἰουδαῖοι τὸν ἐκ Δαβὶδ κατὰ σάρκα προσκυνεῖν οὐκ ἐθέλοντες, ὃς καὶ τῆς γῆς καὶ τῆς θαλάττης ἔχει τὸ κράτος, καὶ πάντων ἐστὶ τῶν βασιλέων ὑπέρτερος· τοὺς μὲν ἑκόντας ἔχων προσκυνητὰς, τῶν δὲ ἀντιλέγειν τολμώντων τὴν ἀσθένειαν διελέγχων. Μυρίαις γὰρ χρώμενοι μηχαναῖς, τῶν ὑπ' αὐτῶν τεθέντων περιγενέσθαι νόμων οὐ δύνανται. Πρωτότοκον δὲ αὐτὸν καὶ ὁ μακάριος ὀνομάζει Παῦλος, «Εἰς τὸ εἶναι [αὐτὸν] πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.» Καὶ, «Πρωτότοκος ἐκ τῶν νεκρῶν·» καὶ, «Πρωτότοκος πάσης κτίσεως.» Καὶ αὐτὸς δὲ ὁ Δεσπότης τῇ Μαρίᾳ μετὰ τὴν ἀνάστασιν ἔφη· «Πορευθεῖσα εἰπὲ τοῖς ἀδελφοῖς μου· Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ὥσπερ γὰρ μονογενής ἐστιν ὡς Θεὸς (μόνος γὰρ ἐκ Πατρὸς ἐγεννήθη), πρωτότοκος δὲ ὡς ἄνθρωπος (ἀδελφοὺς γὰρ ἔχει τοὺς πεπιστευκότας ὡς ἄνθρωπος)· οὕτω Πατέρα αὑτοῦ καλεῖ τὸν Θεὸν ὡς Θεὸς, Θεὸν δὲ αὑ-