Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1589
Not analysed yet
τοῦ ὀνομάζει ὡς ἄνθρωπος. Ἐπ' αὐτοῦ τοίνυν ἡ προφητεία τὸ τέλος ἐδέξατο. Μαρτυρεῖ δὲ καὶ τὰ ἐπαγόμενα· κθʹ. «Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. [Διαθήκην δὲ λέγει ἣν διέθετο τοῖς πατράσιν ὁ Θεὸς Πατὴρ, ἀναστήσειν, ὥς φαμεν, ἐκ τοῦ σπέρματος αὐτῶν τὸν Κύριον.] λʹ. «Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ· καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.» [Σπέρμα αὐτοῦ οἱ τῆς χάριτος τρόφιμοι, καὶ ἡ βασιλεία, ἣν αὐτὸς ἐδωρήσατο αὐτοῖς· περὶ ἧς αὐτὸς ὁ Κύριος πρὸς τοὺς πιστεύοντας εἰς αὐτὸν ἔφη· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.»] Δειξάτωσαν τοίνυν οἱ Ἰουδαῖοι τὸν βασιλικὸν τοῦ Δαβὶδ θρόνον μέχρι καὶ τήμερον διαρκέσαντα, ὃν εἰς αἰῶνα φυλάξειν ὁ Θεὸς ἐπηγγείλατο. Δειξάτωσαν δὲ καὶ τὸ σπέρμα τὸ ἐκείνου τῇ βασιλείᾳ κοσμούμενον. Εἰ δὲ τούτων οὐδέτερον δύναιντο ἂν ἀποδεῖξαι, καὶ ταῦτα λίαν ἀναισχυντοῦντες· λείπεται δυοῖν θάτερον, ἢ ψευδῆ καλεῖν τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, ἢ ἀληθῆ τὴν ἐπαγγελίαν ὁμολογοῦντας δέχεσθαι τῶν πραγμάτων τὴν μαρτυρίαν. Ὁ γὰρ ἐκ Δαβὶδ κατὰ σάρκα Χριστὸς, «ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε;» Περὶ τούτου ὁ μακάριος Δαβὶδ ἔφη, «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Τοιγαροῦν διὰ τοῦ Δεσπότου Χριστοῦ τὸ σπέρμα τοῦ Δαβὶδ εἰς αἰῶνα διέμεινε, καὶ ὁ θρόνος αὐτοῦ ἔχει τὸ διαρκές. Οὕτω γὰρ καὶ ὁ μακάριος ἐθέσπισεν Ἡσαΐας. Εἰρηκὼς γὰρ, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· [ἵνα μή τις ὑπολάβῃ τὸ παιδίον ἄν-