Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1592
Not analysed yet
θρωπον, καὶ οὐ Θεὸν, διὰ τῶν ἑξῆς σαφέστερον ἔδειξε, τῷ εἰπεῖν·] «Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ἐπήγαγε μετ' ὀλίγον· Ἐπὶ τὸν θρόνον Δαβὶδ, καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον. Οὕτω τὰ περὶ τοῦ Δεσπότου Χριστοῦ προθεσπίσας ὁ λόγος, περὶ τῶν ἐν μέσῳ γενομένων διεξέρχεται βασιλέων. λαʹ—λδʹ. «Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν. Ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν· ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν· καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν. Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτοῦ, οὐδ' οὐ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου.» Κἂν μυρία, φησὶ, παράνομα δράσωσιν οἱ ἐκ τοῦ Δαβὶδ τὸ γένος κατάγοντες, αὐτοὺς μὲν ὑποβαλῶ τιμωρίαις, τὴν δὲ πρὸς τὸν Δαβὶδ ἐπαγγελίαν βεβαίαν διαφυλάξω. Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ' αὐτοῦ, τουτέστι τοῦ Δαβὶδ, οὐδ' οὐ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου. Τὸ ἀδικήσω, παραβήσομαι ὁ Σύμμαχος εἴρηκεν· ὁ δὲ Ἀκύλας, οὐ ψεύσομαι. [Οὐδ' οὐ μὴ ἀδικήσω, ἀντὶ τοῦ, Οὐ μὴ παραβιβάσω, οὐδ' οὐ μὴ ψεύσομαί μου τὰς ἐπαγγελίας.] λεʹ. «Οὐδ' οὐ μὴ βεβηλώσω τὴν διαθήκην μου, καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω.» Οὐ ψεύσομαί μου τὰς ἐπαγγελίας, οὐ παραβήσομαι τὰς συνθήκας, ἀλλὰ δείξω τῶν ὑποσχέσεων τὴν ἀλήθειαν. [ὅτε ὁ ἐμὸς υἱὸς ὁ συνάναρχός μοι καὶ συναΐδιος ἐκ Δαβὶδ σαρκωθῇ· τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς]. λϛʹ. «Ἅπαξ ὤμοσα τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι.» Βεβαίαν γὰρ πρὸς αὐτὸν ποιησάμενος τὴν ὑπόσχεσιν, ἐπιθήσω ταύτῃ τὸ πέρας· τὸ γὰρ ὤμοσα ἐπὶ τοῦ βεβαίου τέθεικεν, ὡς τῶν ἐπαγγελλομένων ὅρκῳ βεβαιούντων τὰς ὑποσχέσεις. λζʹ, ληʹ. «Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ· καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου. Καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.» Ἀντὶ τοῦ ὁ μάρτυς, ὁ Σύμμαχος ὁ διαμαρτυράμενος τέθεικε. Καὶ ἐν τῷ ἑβδομηκοστῷ καὶ πρώτῳ ψαλμῷ ὁ μακάριος Δαβὶδ περὶ τοῦ Δεσπότου Χριστοῦ προηγόρευσε· «Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, καὶ συμπαρα-