Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1593
Not analysed yet
μενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν.» Ἐπειδὴ γὰρ ὁ ἥλιος τὸν χρόνον μετρεῖσθαι ποιεῖ ἀνίσχων τε καὶ δυόμενος, καὶ ἡμέραν καὶ νύκτα ποιῶν, διὰ τοῦ ἡλίου, τοῦ θρόνου τὸ ἀκατάλυτον ἠβουλήθη δηλῶσαι, τὸ δὲ σπέρμα εἰς αἰῶνα διαθήσειν ὑπέσχετο. [Σπέρμα δὲ τοῦ Θεοῦ Λόγου οἱ εἰς αὐτὸν πιστεύοντες ἅπαντες.] Ὁ δὲ ταῦτα ὑποσχόμενος, καὶ διαμαρτυράμενος, ἐν οὐρανῷ τέ ἐστι, καὶ ἀληθέσι καὶ πιστοῖς κέχρηται λόγοις, ὡς μόνος ὑπάρχων ἀψευδής. Οὕτω τὰς πρὸς τὸν Δαβὶδ γεγενημένας ὑποσχέσεις εἰρηκότες, τὰς συμβάσας αὐτοῖς ὀλοφύρονται συμφοράς. λθʹ, μʹ. «Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας· ἀνεβάλου τὸν Χριστόν σου. Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου.» Ὁ δὲ Σύμμαχος οὕτως, Σὺ δὲ αὐτὸς ἀπεβάλου καὶ ἀπεδοκίμασας, ἐχολώθης πρὸς τὸν Χριστόν σου, εἰς κατάραν ἔδωκας τὴν συνθήκην τοῦ δούλου σου. Σὺ δὲ αὐτὸς, ὁ ἐκεῖνα παρέξειν ὑποσχόμενος, ἀπώσω μὲν τοὺς τοῦ Δαβὶδ ἀπογόνους, καὶ εὐτελεῖς ἔδειξας, καὶ εἰς δουλείαν παρέδωκας, κατέλυσας δὲ τὴν τούτου βασιλείαν, καὶ τὰς γεγενημένας πρὸς τὸν σὸν θεράποντα συνθήκας διέλυσας. Χριστὸν γὰρ ἐνταῦθα βασιλείαν καλεῖ. Αἰχμάλωτοι δὲ ἀπηνέχθησαν οἱ δύο τοῦ Δαβὶδ ἀπόγονοι, Ἰεχωνίας καὶ Σεδεκίας· εἰς τούτους δὲ κατέληξεν ἡ τοῦ Δαβὶδ βασιλεία. Ζοροβάβελ γὰρ, ὁ μετὰ τὴν αἰχμαλωσίαν ἡγεμονεύσας, δημαγωγὸς ἦν, οὐ βασιλεύς. «Ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ.» Ἁγίασμα τὸν ναὸν καλεῖ, ὃν ἠβουλήθη μὲν ὁ Δαβὶδ οἰκοδομῆσαι, ἐδείματο δὲ Σολομὼν μετὰ τὸν Δαβίδ· τοῦτον λέγει βεβηλωθῆναι τῇ τῶν Βαβυλωνίων ἐφόδῳ, καὶ γενέσθαι προσόμοιον βοτάνῃ ἀνθούσῃ. Καταλυθεὶς γὰρ εἰς χῶμα κατέπεσε, καὶ χέρσῳ παραπλήσιος ἦν. μαʹ. «Καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ.» Πάσης αὐτὸν ἀσφαλείας ἐγύμνωσας. «Ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν.» Τοῖς γὰρ τῶν πόλεων περιβόλοις πάλαι θαῤῥῶν, ἐξέπεσε τοῦ θάρσους, καὶ δειλίαν περίκειται. μβʹ. «Διήρπαζον αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν.» Μωαβῖται, Ἀμμανῖται, Ἀλλόφυλοι, Ἰδουμαῖοι, Σύροι, Ἀσσύριοι, Βαβυλώνιοι. «Ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὑτοῦ.» Ἐπίχαρτος ἐγένετο καὶ ἐπονείδιστος τοῖς ὁμόροις. μγʹ. «Ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐτόν.» Ἰσχυροτέρους αὐτοῦ τοὺς πολεμίους ἀπ-