Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1596
Not analysed yet
έφηνας. «Εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ.» Καταγέλαστον αὐτὸν τοῖς δυσμενέσι πεποίηκας. μδʹ. «Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ, καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ.» Ἄχρηστα αὐτῷ τὰ ὅπλα γεγένηται, τῆς σῆς γυμνωθέντι κηδεμονίας. μεʹ. «Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦ.» Ὁ δὲ Σύμμαχος οὕτως, Ἀπέπαυσας τὴν καθαρότητα αὐτοῦ. Οὐ γὰρ δύναται περιῤῥαντηρίοις καθαίρεσθαι αἰχμάλωτος ὢν, καὶ πόῤῥω τοῦ σοῦ διάγων νεώ. «Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας.» Πάμπαν αὐτοῦ τὴν βασιλείαν κατέλυσας. μϛʹ. «Ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ.» Εἰς αἰῶνα φυλάξειν τὴν βασιλείαν ἐπαγγειλάμενος, ὀλίγῳ ταύτην περιώρισας χρόνῳ «Κατέχεας αὐτῷ αἰσχύνην.» Ἐπονείδιστος γεγένηται, καὶ αἰσχύνης ἐμπίπλαται. Σεδεκίας μὲν γὰρ, ἐκκοπέντων τῶν ὀφθαλμῶν, μύλωνι παρεδόθη πάντα τὸν λειπόμενον χρόνον. Ἰεχωνίας δὲ καὶ αὐτὸς ἐδούλευσεν. Αἰσχύνης δὲ καὶ ὀνειδισμοῦ ταῦτα μεστά. Οὕτω τὰς συμφορὰς ὁ προφητικὸς διηγησάμενος λόγος, ποτνιᾶσθαι καὶ ἱκετεύειν παρεγγυᾷ. μζʹ. «Ἕως πότε, Κύριε, ἀποστρέφῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου;» Ὁ δὲ Σύμμαχος, Ἕως τίνος, Κύριε, ἀποκρυβήσῃ εἰς τέλος, φλεγήσεται ὡς πῦρ ὁ θυμός σου; Μέχρι τίνος, φησὶ, Δέσποτα, οὐκ ἐθέλεις ἰδεῖν τὰς ἡμετέρας ὀδύνας, οὐδὲ ἐπιφαίνῃ, καὶ λύεις τὰς συμφορὰς, ἀλλὰ καθάπερ πῦρ τὴν ὀργὴν τῇ μνήμῃ τῶν ἡμετέρων ἁμαρτάδων ἐκκαίεις; μηʹ. «Μνήσθητι, τίς μου ἡ ὑπόστασις.» Ποιητὴς εἶ καὶ πλάστης, καὶ τῆς ἐμῆς δυνάμεως τὰ μέτρα γινώσκεις. «Μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων;» Οὐκ εἰκῆ, οὐδὲ μάτην τοὺς ἀνθρώπους διέπλασας, ἀλλ' ἀγαθότης τῆς δημιουργίας ἡγήσατο. Δι' ἀγαθότητα γὰρ μόνην ἡμᾶς ἐδημιούργησας. Μὴ παρίδῃς τοίνυν τοσούτοις συγκληρωθέντας κακοῖς. μθʹ. «Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον, ῥύσεται τὴν ψυχὴν αὑτοῦ ἐκ χειρὸς ᾅδου;» Παντὸς ἀνθρώπου τέλος ἡ τελευτή· περιγενέσθαι γὰρ αὐτοῦ τοῦ θανάτου τῶν ἀδυνάτων· ζῶσι τοίνυν μετάδος φιλανθρωπίας. Εἶτα πάλιν ἀναμιμνήσκει τῶν ὑποσχέσεων. νʹ. «Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ