Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1597
Not analysed yet
ὤμοσας τῷ Δαβὶδ ἐν τῇ ἀληθείᾳ σου;» Καλῶς δὲ πανταχοῦ τῆς ἀληθείας προσφέρει τὴν μαρτυρίαν, εἰς τὴν βεβαίωσιν τῶν ἐπαγγελιῶν διεγείρων τὸν ὑποσχόμενον· καὶ τὸ προοίμιον δὲ ἀπὸ τοῦ ἐλέου ἐξύφηνε, καὶ ἐν τῷ τέλει τοῦ ἐλέου πάλιν ἀναμιμνήσκει· τοῦτο γὰρ ἐδέοντο μάλιστα. ναʹ. «Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν.» Ὁ δὲ Σύμμαχος οὕτως, Καὶ ἐβάστασα ἐν τῷ κόλπῳ μου παμπόλλων ἐθνῶν. Μὴ παρίδῃς με, φησὶν, ὀνειδιζόμενον, οὐχ ὑφ' ἑνὸς ἔθνους, ἀλλ' ὑπὸ μυρίων. Οὐ γὰρ μόνον Ἀσσύριοί μοι ἐπικερτομοῦσι, καὶ Βαβυλώνιοι, ἀλλὰ καὶ οἱ πλησιόχωροι πάντες, οἱ τὴν πρὸς ἐμὲ δυσμένειαν ἐσχηκότες ἀεί. Οὐκ ἐμοὶ δὲ μόνον ἐπιχαίρουσιν, ἀλλὰ καὶ κατὰ σοῦ τὴν γλῶτταν κινοῦσι, καὶ βλασφήμοις κέχρηνται λόγοις, ἀσθένειαν σὴν τὴν ἐμὴν δουλείαν νομίζοντες. Τοῦτο γὰρ διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν· νβʹ. «Οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε· οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου.» Ὁ δὲ Σύμμαχος καὶ ὁ Θεοδοτίων οὕτως· Ὠνείδισαν τὰ ἴχνη τοῦ Χριστοῦ σου· Ἴχνη δὲ Χριστοῦ προσηγόρευσε τοὺς κατ' ἐκεῖνον τὸν καιρὸν βασιλέας, δι' ὧν ὥδευσεν ὁ περὶ τῆς Χριστοῦ βασιλείας λόγος. Καὶ οἱ Ἑβδομήκοντα δὲ ἀντάλλαγμα αὐτοὺς προσηγόρευσαν, ὡς κατὰ σάρκα αὐτοῦ γεγενημένους προγόνους, καὶ ὡς ἐν σκοτίᾳ τινὶ τὴν βασιλείαν ἰθύνοντας. Διὰ τὸν Χριστόν σου τοίνυν, οὗ ἴχνη οὗτοι τυγχάνουσι, καὶ ἀντάλλαγμα, παῦσον ἡμῶν, Δέσποτα, τὰ ὀνείδη. νγʹ. «Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.» Ἀγαθῆς ἐλπίδος ἡ ὑμνῳδία. Πιστεύσαντες γὰρ αἰτήσεις δέξασθαι, τόνδε τὸν ὕμνον προσενηνόχασι τῷ Θεῷ. Ταύτην δὲ τὴν διάνοιαν καὶ ὁ Ἀκύλας δείκνυσιν ἀκριβέστερον, τὸ Ἀμὴν Ἀμὴν ἑρμηνεύσας· ἔφη γὰρ Πεπιστωμένος καὶ πεπιστευμένος, ἀντὶ τοῦ, Ἀληθὴς εἶ, καὶ λίαν ἀληθής. Εὐλογητὸς τοίνυν εἰς τὸν αἰῶνα· βεβαιοῖς γάρ σου τοῖς ἔργοις τὰς ὑποσχέσεις. ΕΡΜΗΝ. ΤΟΥ ΠΘʹ ΨΑΛΜΟΥ. αʹ. «Προσευχὴ τῷ Μωσεῖ ἀνθρώπῳ τοῦ Θεοῦ.» Τινὲς μὲν τῶν συγγραφέων τὸν μέγαν ἔφασαν Μωσῆν τήνδε ποιῆσαι τὴν προσευχήν· τινὲς δὲ συγγραφέα αὐτῆς εἶπον τὸν μακάριον Δαβὶδ εἶναι, προσαρμόσαι δὲ αὐτὴν Μωσῇ τῷ θεσπεσίῳ· διπλῆν