Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1600
Not analysed yet
δὲ ὅμως ὁ ψαλμὸς χρησμολογίαν ἔχει. Προθεσπίζει γὰρ, οὐ μόνας τῶν Ἰουδαίων τὰς συμφορὰς, ἀλλὰ καὶ πάσης τῆς ἀνθρωπείας φύσεως διδάσκει τὸ φθαρτὸν καὶ ἐπίκηρον. Προλέγει δὲ τὴν ἐπὶ τὸ κρεῖττον καὶ τούτων κἀκείνων μεταβολήν. [Ἀκριβῶς δὲ καὶ ὁ παρὼν ψαλμὸς παρὰ τοῦ μακαρίου Δαβὶδ ἐγράφη, ὡς καὶ οἱ λοιποὶ ἅπαντες.] Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.» Ἰουδαίων μὲν γὰρ ἐγένετο καταφυγὴ, οὐκ ἐν Αἰγύπτῳ μόνον, ἀλλὰ καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ, καὶ ἐπὶ Γεδεὼν, Βαράκ τε καὶ Ἰεφθάε, καὶ Σαμψὼν, καὶ Σαμουὴλ, καὶ Δαβίδ· καὶ διὰ τῶν προφητῶν αὐτοὺς πάσης κηδεμονίας ἠξίωσε, καὶ βασιλευομένοις πάσης ἐπικουρίας μετέδωκε. Πᾶσα δὲ τῶν ἀνθρώπων ἡ φύσις τούτοις κέχρηται τοῖς λόγοις, τῶν παντοδαπῶν εὐεργεσιῶν ἀναμιμνήσκουσα τὸν Θεὸν, ὅπως τὸν Ἐνὼχ μετέθηκεν, ὅπως ἁπάντων τὸν θηριώδη βίον ἀσπασαμένων, σπινθῆρα τῷ γένει τὸν θεσπέσιον διεφύλαξε Νῶε, ὅπως τὸν πατριάρχην Ἀβραὰμ ἐκλεξάμενος, πᾶσιν ὑπέσχετο τὴν εὐλογίαν τοῖς ἔθνεσιν. Οὐ γὰρ, ὥς τινες τῶν ἀπίστων τολμῶσι λέγειν, ἐκ μεταμελείας εἰς τὴν τῶν ἐθνῶν ἦλθεν εὐεργεσίαν τῶν ὅλων ὁ Κύριος, ἀλλὰ ἀεὶ πάντων ἀνθρώπων προμηθούμενος διετέλεσε [τῶν ὅλων ὁ Κύριος, καὶ πρὸ τῆς ἀκαταλήπτου αὐτοῦ ἐνανθρωπήσεως]. Καὶ τοῦτο ἡμᾶς ἡ προφητεία ἐδίδαξε λέγειν· «Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.» Ἀεὶ γὰρ τῆς σῆς ἐλπίδος ἀπηλαύσαμεν, Δέσποτα. βʹ. «Πρὸ τοῦ ὄρη γενηθῆναι, καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως αἰῶνος σὺ εἶ.» Τῶν γενητῶν γὰρ προϋπάρχεις ἁπάντων, καὶ τῶν ὀρῶν, καὶ τῆς γῆς, καὶ τῆς οἰκουμένης ἁπάσης· αἰώνιος γὰρ εἶ, ἄναρχός τε καὶ ἀτελεύτητος, οὐδενὶ περιοριζόμενος πέρατι. Τῷ γὰρ, «Πρὸ τοῦ ὄρη γενηθῆναι,» τὸ, Σὺ εἶ, συναπτέον. γʹ. «Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν.» Ἱκετεύω σε τοίνυν τὸν ἀΐδιον, τὸν αἰώνιον, τὸν ἀεὶ καταφυγὴν ἡμῖν γενόμενον, μὴ παντελῶς ἡμᾶς παριδεῖν τοσούτοις περικλυζομένους κακοῖς. Ἐπειδὴ γὰρ αὐτὸς τοῦ Ἀδὰμ τοὺς ἱδρῶτας καὶ τοὺς πόνους κατεψηφίσατο εἰρηκὼς, «Ἐν ἱδρῶτι τοῦ προσώπου φαγῇ τὸν ἄρτον σου, ἕως οὗ ἀποστρέψῃς εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ·» ἁρμοδίως ὁ προφητικὸς λόγος ἱκετεύειν διδάσκει, μὴ ἀποστραφῆναι παντάπασιν εἰς ταπείνωσιν καὶ εἰς τὴν συγκληρωθεῖσαν ταλαι-