Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1601
Not analysed yet
πωρίαν. Καὶ μέντοι καὶ Ἰουδαῖοι δουλεύειν ἠναγκασμένοι τήνδε τὴν ἱκετείαν προσφέρουσι, τὸν ἀνδραποδισμὸν καὶ τὴν δουλείαν ὀλοφυρόμενοι. «Καὶ εἶπας, Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων.» Ὁ δὲ Ἀκύλας οὕτως· Καὶ ἐρεῖς, Ἐπιστράφητε, υἱοὶ τῶν ἀνθρώπων. Οὐ μάτην, φησὶν, ἀντιβολοῦμεν, ἀλλ' εἰδότες σαφῶς, ὡς δέξῃ τὰς ἡμετέρας ἱκετείας, καὶ μεταβολὴν ἡμῖν τῶν παρόντων ἐργάσῃ κακῶν· παραινῶν ἐπιστρέψαι, καὶ τῆς προτέρας πονηρίας ἀπαλλαγῆναι. δʹ. «Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε· ὡς ἡμέρα ἡ ἐχθὲς ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί.» Μεθυπέρβατός ἐστι τῶν ῥημάτων ἡ διάνοια. Τοῦτο γὰρ τῷ προτέρῳ συνήρμοσται, «Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν, ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί.» Διὰ μέσου δὲ πρόσκειται τὸ, «Καὶ εἶπας, Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων.» Λέγει δὲ, ὅτι Σμικρά τίς ἐστι καὶ ἀλγεινὴ λίαν ἡ τῶν ἀνθρώπων ζωή· σοὶ δὲ τῷ ἀϊδίῳ, καὶ αἰωνίῳ, καὶ ὁ τῶν χιλίων ἐτῶν ἀριθμὸς μιᾷ ἡμέρᾳ παρείκασται, μᾶλλον δὲ σμικρῷ μορίῳ νυκτός. Φυλακὴν γὰρ νυκτερινὴν, τὸ τέταρτον μόριον ἐκάλεσε τῆς νυκτός· τετραχῆ γὰρ οἱ ταύτην φυλάττειν πεπιστευμένοι διῄρουν· τετάρτῃ δὲ φυλακῇ καὶ ὁ Κύριος πρὸς τοὺς ἀποστόλους ἀφίκετο. εʹ. «Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται.» Ἐπὶ πλεῖστον δὲ αὐτοὺς, φησὶ, ταύτῃ τῇ ταλαιπωρίᾳ συνέζευξας· σημαίνει δὲ κατὰ ταυτὸν, καὶ τὴν μετὰ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν Ἰουδαίων ἀποβολὴν, καὶ τῆς θείας κηδεμονίας τὴν στέρησιν, οὐκ ἐπ' ὀλίγον χρόνον, ἀλλ' ἐπὶ πλεῖστον ἐσομένην. «Τὸ πρωῒ ὡσεὶ χλόη παρέλθοι. [ϛʹ.] Τὸ πρωῒ ἀνθήσαι, καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη, καὶ ξηρανθείη.» Εὐθὺς μὲν γὰρ Ἰουδαῖοι τῆς θείας ἐπιμελείας ἀξιωθέντες, καὶ ἤνθησαν καὶ ἐβλάστησαν, καὶ πολλὴν ἐκτήσαντο περιφάνειαν. Ὥριμον δὲ καρπὸν τῷ γεωργῷ δοῦναι μὴ βουληθέντες, ἀλλὰ τὴν καρδίαν σκληρύναντες, παντελῶς ἐξηράνθησαν· τῆς γὰρ προτέρας ἀρδείας οὐκ ἔτι μετέλαχον. Πρωῒ δὲ καλεῖ, τὴν ἀρχὴν τῆς Ἰουδαίων ἐπιμελείας· Ἑσπέραν δὲ, τῆς θείας κηδεμονίας τὴν παῦλαν. Ταύτης δὲ μετὰ τὸν σταυρὸν ἐγυμνώθησαν, [ὅτι τὸν κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἀνέστησαν σταυρόν· τοῦτο γὰρ λέγει διὰ τῶν ἑξῆς·] ζʹ. «Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.» Καὶ Ἰουδαίοις ταῦτα καὶ πᾶσιν ἀνθρώποις ἁρμόδια. Καὶ γὰρ τῶν ἀνθρώπων ἡ φύσις, παρανομίας τίνουσα δίκας, ὑπεβλήθη ταῖς