Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1604
Not analysed yet
συμφοραῖς, καὶ ταῖς παντοδαπαῖς περικλύζεται τρικυμίαις, καὶ Ἰουδαῖοι διὰ τὴν πονηρίαν τῆς γνώμης τῆς ἐλευθερίας ἐξέπεσον, [ὡς καὶ πολλοὶ τῶν ἀνθρώπων διὰ τῆς ἀπιστίας βόθρον ἑαυτοῖς ὤρυξαν. «Λάκκον γὰρ ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο.»] ηʹ. «Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου, ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.» Ὁ δὲ Σύμμαχος οὕτως· Προσέθηκας τὰς ἀνομίας ἡμῶν ἄντικρύς σου, τὰς ἀμελείας ἡμῶν φαίνεσθαι τῷ προσώπῳ σου. Ταύταις ἡμᾶς ταῖς τιμωρίαις ἐξέδωκας, θεασάμενος ἡμᾶς τῶν μὲν σῶν ἀμελήσαντας νόμων, ἀνομίᾳ δὲ προελομένους συζῇν. θʹ. «Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν.» Ἡ ἁμαρτία, φησὶν, ὀργὴν ἐκίνησε καθ' ἡμῶν, ἡ δὲ ὀργὴ τὴν τιμωρίαν ἐπήγαγεν, ἡ δὲ τιμωρία τὰς ὀδύνας ἐπήνεγκεν· ἐν ὀδύναις γὰρ τὸν ὀλίγον ἡμῶν διετελέσαμεν βίον. ιʹ. «Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων.» Οὐδὲν βέβαιον, φησὶν, οὐδὲ σταθερὸν ἡ ἀνθρωπεία φύσις ἔχει. Δίκην ἀράχνης διασπᾶται ῥᾳδίως. «Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη. Ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη· καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος.» Ἔοικε ταῦτα τοῖς ὑπὸ τοῦ πατριάρχου Ἰακὼβ εἰρημένοις· «Αἱ ἡμέραι μου σμικραὶ καὶ πονηραὶ, οὐκ ἔφθασαν εἰς τὰς ἡμέρας τῶν πατέρων μου.» Εἰσὶ μὲν οὖν οἳ καὶ πλείονα τοῦ εἰρημένου διαβιοῦσι χρόνον, ἀλλ' ἐκεῖνο ἐπ' ὀλίγων συμβαίνει. Τὸ δὲ κοινὸν, καὶ ὡς ἐπὶ πλεῖστον κρατοῦν, ἐνταῦθα διδάσκει. Ὥσπερ γὰρ τῶν πρόωρον δεχομένων τὴν τελευτὴν οὐκ ἐποιήσατο μνήμην, οὕτω καὶ τῶν σφόδρα γηρώντων τὸ μακρόβιον καταλέλοιπεν. Ἀλλ' ὅμως, φησὶ, καὶ ὁ βραχὺς οὗτος χρόνος ὀδύνης καὶ πόνων ἐμπέπλησται· [καθάπερ καὶ τῶν ἀνδραποδισθέντων ἐκ τῆς Ἱερουσαλὴμ ὁ τῶν οʹ ἐτῶν χρόνος ὃν ἐδούλευον τοῖς ἀνδραποδίσασιν κατώδυνος καὶ λίαν ὀδυνηρὸς ἐγένετο.] «Ὅτι ἐπῆλθε πραότης ἐφ' ἡμᾶς, καὶ παιδευθησόμεθα.» Ἰδοὺ γὰρ πόσοις περικλυζόμεθα κακοῖς διὰ τὴν σμικρὰν ὀργήν σου. Πραότητα γὰρ ἐπελθοῦσαν αὐτοῖς τὴν μετρίαν τιμωρίαν ἐκάλεσεν. ιαʹ. «Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου;» Ὁ