Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1605
Not analysed yet
δὲ Σύμμαχος οὕτως· Τίς οἶδε τὴν ἰσχὺν τοῦ θυμοῦ σου, καὶ κατὰ τὸν φόβον σου τὴν ὀργήν σου; Εἰ ἡ μετρία σου, φησὶν, ἀγανάκτησις τοσαύτην ἡμῖν παιδείαν ἐπήγαγε, τίς ἱκανὸς συνιδεῖν τὴν ἀπὸ τῆς ὀργῆς σου τιμωρίαν προσφερομένην; Αἰνίττεται δὲ ὁ λόγος τὴν αἰώνιον κόλασιν. ιβʹ. «Ἐξαριθμήσασθαι τὴν δεξιάν σου οὕτως γνώρισόν μοι καὶ τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ.» Ἀπολαῦσαι, φησὶ, τῆς σῆς εὐεργεσίας ἀντιβολῶ, καὶ τῆς σῆς δεξιᾶς ἀριθμεῖν καὶ διηγεῖσθαι τὰ δῶρα, καὶ μιμεῖσθαι τοὺς ὑπὸ τῆς σῆς χάριτος σοφισθέντας, οἳ τοὺς ἄλλους πρὸς τὴν σὴν ποδηγοῦσιν ἐπίγνωσιν. ιγʹ. «Ἐπίστρεψον. Κύριε· ἕως πότε; καὶ παρακλήθητι ἐπὶ τοὺς δούλους σου.» Μὴ ἐπὶ πλεῖστον, Δέσποτα, παρίδῃς ὀδυνωμένους, ἀλλὰ δέξαι τὴν ἱκετείαν, καὶ φιλανθρωπίας τοὺς σοὺς ἀξίωσον δούλους. ιδʹ. «Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου, καὶ ἠγαλλιασάμεθα, καὶ ηὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν.» Ὁ χρόνος ἐνήλλακται παρὰ τοῖς Ἑβδομήκοντα. Ὁ γὰρ Ἀκύλας καὶ οἱ ἄλλοι οὕτως εἰρήκασιν, Ἔμπλησον ἡμᾶς ἐν πρωΐᾳ ἐλέους σου, καὶ αἰνέσομεν, καὶ εὐφρανθησόμεθα ἐν πάσαις ἡμέραις ἡμῶν. Πρωΐαν καὶ ὄρθρον καλοῦσι τῶν συμφορῶν τὴν μεταβολήν· καὶ ἱκετεύουσιν ἐκεῖνο μὲν σκεδασθῆναι τὸ σκότος, ἀνατεῖλαι δὲ αὐτοῖς φῶς, οὐ διὰ τὴν οἰκείαν ἀρετὴν, ἀλλὰ διὰ τὸν θεῖον ἔλεον. Τούτου γὰρ, φησὶν, ἐσομένου, πάσης θυμηδίας ἐμφορηθέντες, τὴν προσήκουσαν ὑμνῳδίαν προσοίσομεν. ιεʹ. «Εὐφράνθημεν ἀνθ' ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς· ἐτῶν, ὧν εἴδομεν κακά.» Καὶ ἐνταῦθα ὁμοίως ὁ χρόνος ἐνήλλακται. Ὁ Σύμμαχος γὰρ καὶ οἱ λοιποὶ, Εὔφρανον ἡμᾶς, εἰρήκασι. Παράσχου, φησὶν, εὐθυμίαν ἀντὶ τῆς ἀθυμίας, καὶ χάρισαι τῆς ἐπικειμένης ἡμῖν δυσκληρίας μεταβολήν. ιϛʹ. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου. Καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐχ ὡς γεγενημένα ταῦτα εἰρήκασιν, ἀλλ' ὡς ἐσόμενα. Οὐ γὰρ εἶπον, «Εἶδες ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου.» Σὰ γὰρ, φησὶν, ἡμεῖς ποιήματα, καὶ τῆς σῆς ὑπάρχομεν δεσποτείας οἰκέται· διὸ τῆς σῆς προνοίας ἀντιβολοῦμεν τυχεῖν. Καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.» Τουτέστι τοὺς δούλους σου· οἵ τε γὰρ ἐν Βαβυλῶνι τὴν ἱκετείαν προσφέροντες ἀντιβολοῦσι τὸν Θεὸν τῶν τετελευτηκότων