Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1608
Not analysed yet
αὐτοῦ δούλων ἐπαναγαγεῖν τοὺς υἱοὺς, καὶ ἡ ἀνθρωπεία φύσις ὁδηγηθῆναι πρὸς τὴν ἀλήθειαν παρακαλεῖ τοὺς εὑρισκομένους ἀνθρώπους ἐν τῇ τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείᾳ. ιζʹ. «Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς.» [Λαμπρότητα τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ Λόγου καλεῖ· τότε γὰρ] καὶ ἡμᾶς λαμπροὺς καὶ περιφανεῖς ἀπέφηνε τῆς θεογνωσίας τὸ φῶς. [Περὶ γὰρ τούτου ὁ τῆς βροντῆς υἱὸς ἔφησε· «Τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει.»] Καὶ Ἰουδαῖοι μετὰ τὴν ἐπάνοδον περίβλεπτοι πάλιν ἐγένοντο. «Καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς· καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.» Καλὴ τοῦ, ἐφ' ἡμᾶς, ἡ προσθήκη. Ἡμέτερον γὰρ τῆς δικαιοσύνης τὸ κέρδος· καὶ ὁ μὲν Θεὸς συνεργεῖ τοῖς τῆς ἀρετῆς ἐρασταῖς, καὶ τὰ ταύτης συγκατορθοῖ, τὸν δὲ τούτων καρπὸν οἱ σπείροντες δρέπονται. Ὁ γὰρ Θεὸς ἀνενδεής· χαίρει δὲ ὅμως τῇ τῶν ἀνθρώπων εὐκληρίᾳ τε καὶ εὐπραξίᾳ, [ὅτ' ἂν ὅλους ἑαυτοὺς αὐτῷ θυσίαν προσκομίζωσι· καθάπερ Παῦλος ἐκπαιδεύει· «Παρακαλῶ δὲ ὑμᾶς διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Ἀμήν.] ΕΡΜΗΝ. ΤΟΥ ϟʹ. ΨΑΛΜΟΥ. «Αἶνος ᾠδῆς τῷ Δαβὶδ, ἀνεπίγραφος παρ' Ἑβραίοις.» Ἀνεπίγραφος μὲν ὁ ψαλμὸς, διδάσκει δὲ τῆς εἰς Θεὸν ἐλπίδος τὸ ἄμαχον. Ὁ γὰρ μακάριος Δαβὶδ πνευματικοῖς ὀφθαλμοῖς τὰ κατὰ τὸν μακάριον Ἐζεκίαν πόῤῥωθεν θεασάμενος, καὶ ἰδὼν ὅπως εἰς Θεὸν ἐλπίσας τὴν Ἀσσυρίων κατέλυσε στρατείαν, τοῦτον εἴρηκε τὸν ψαλμὸν, πάντας διδάσκων ἀνθρώπους, ὅσην ἀγαθῶν ἔχει φορὰν τὸ πεποιθέναι Θεῷ, [ἣν ἕκαστος διὰ ταύτης ποδηγούμενος τῆς ᾠδῆς τὸν ἑαυτοῦ βίον ἀσφαλιζόμενος καὶ τὴν ἑαυτοῦ πεποίθησιν ἔχων πρὸς τὸν Σωτῆρα ἀντιβολεῖ]. αʹ. «Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.» Ὁ τῇ θείᾳ, φησὶ, κηδεμονίᾳ θαῤῥῶν, τῆς παρὰ τοῦ Θεοῦ τοῦ οὐρανοῦ φυλακῆς ἀπολαύσεται, καὶ τοῦτον ἕξει περίβολον ὀχυρὸν, καὶ ἀσφάλειαν ἄσυλον. [Ὅτε δὲ φορέσειε τὸν θυρεὸν τοῦτον καὶ ὑπ' αὐτοῦ βοηθούμενος ἄτρωτος φυλαχθείη, τότε ἐρεῖ.] βʹ. «Ἐρεῖ τῷ Θεῷ· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ'