Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1609
Not analysed yet
αὐτόν.» Βεβαίαν γὰρ ἔχων τὴν εἰς αὐτὸν ἐλπίδα, καὶ προστάτην καλέσει, καὶ κηδεμόνα, καὶ περίβολον ἀκατάλυτον. γʹ. «Ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους.» Ἐντεῦθεν λοιπὸν πρὸς αὐτὸν ποιεῖται τὸν πεπιστευκότα τοὺς λόγους, καὶ παραθαῤῥύνει λέγων, ὡς οὐ μόνον προφανῶν αὐτὸν πολεμίων ἀποφαίνει κρείττονα, ἀλλὰ καὶ τῶν ἐνεδρευόντων, καὶ λοχώντων, καὶ λάθρα τυρευόντων τὴν ἐπιβουλήν. Διὰ μὲν γὰρ τῆς παγίδος τὰς λαθραίας ἐπιβουλὰς παρεδήλωσε. Τὸν δὲ ταραχώδη λόγον, ἐπηρείας λόγον ὁ Σύμμαχος εἴρηκε. Τοιοῦτοι δὲ οἱ ψεῦδος καὶ συκοφαντίας ῥάπτοντες. Ἀλλ' ὅμως καὶ τούτων κρείττους ἐγένοντο διὰ τῆς εἰς τὸν Θεὸν ἐλπίδος πολλοί. Οὕτως ὁ μέγας Ἰωσὴφ, μοιχείας ὑπομείνας συκοφαντίαν, τοὺς ταύτης παγίδας ἀπέφυγεν· οὕτως ἡ θαυμασία Σουσάννα τῆς ἄνωθεν ἐπικουρίας ἀπήλαυσεν. [Καὶ οὐ μόνον, ἀλλὰ καὶ μέχρι τοῦ παρόντος μυριάδας ἀναριθμήτους καὶ ἠκούσαμεν καὶ ἔγνωμεν σωθείσας.] δʹ. «Ἐν τοῖς μεταφρένοις αὑτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς.» Πρόμαχος γάρ σου γενήσεται, καὶ καλύψει σε πολεμούμενον. Τέθεικε δὲ τοῦτο ἐκ μεταφορᾶς τῶν πρώτων ἐν πολέμοις ἑστώτων, καὶ τοῖς μεταφρένοις καλυπτόντων τοὺς ὄπισθεν. Πτέρυγας δὲ καλεῖ τῆς Προνοίας τὰς ἐνεργείας. Τέθεικε δὲ τοῦτο τῇ τῶν ὀρνίθων εἰκόνι χρησάμενος· καὶ γὰρ ἐκεῖνοι τοῖς πτεροῖς τοὺς νεοττοὺς συγκαλύπτουσιν. Οὕτως ὁ μακάριος Μωσῆς τὴν τοῦ Θεοῦ κηδεμονίαν ἐκάλεσε. Διεφύλαξεν αὐτοὺς, φησὶν, ὡς κόρην ὀφθαλμοῦ, ὡς ἀετὸς, σκεπάσαι νοσσιὰν ἑαυτοῦ, καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησε, διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ. Τοῦτο καὶ ὁ Δεσπότης πρὸς τὴν Ἱερουσαλὴμ ἔφη· «Ποσάκις ἐθέλησα συναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε;» εʹ. «Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.» Ἐπειδὴ λόγου ταραχώδους καὶ ψεύδους ἐμνημόνευσεν ἄνω, εἰκότως ἐνταῦθα ὑπέσχετο πανοπλίαν αὐτοῦ γενέσθαι τὴν ἀλήθειαν. «Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέ-