Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1612
Not analysed yet
λους πετομένου ἡμέρας, [ϛʹ] Ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.» Οὐ μόνων δὲ τῶν αἰσθητῶν, ἀλλὰ καὶ τῶν νοητῶν περιγενήσῃ δυσμενῶν διὰ τῆς θείας ἐλπίδος, καὶ διαφεύξῃ καὶ τὰς νύκτωρ ἐπιούσας ἐπιβουλὰς, καὶ τὰς μεθ' ἡμέραν γενομένας παρὰ τῶν ἐχθρῶν προσβολὰς, καὶ θάρσος ἔχων, ἅτε δὴ ὑπὸ τοῦ Θεοῦ φρουρούμενος, ἐξελάσεις τὸ δέος, καὶ οὔτε μεσούσης ἡμέρας ἀγωνιάσεις, ἀλλὰ τὰς τῶν δαιμόνων ἐπιβουλὰς διαδράσεις, τῆς ἄνωθεν ἐπικουρίας μεταλαγχάνων. Δαιμόνιον δὲ μεσημβρινὸν κατὰ τὴν παρὰ τοῖς πολλοῖς κατέχουσαν τέθεικε δόξαν. Εἰκὸς δὲ καὶ τοὺς τῶν ἀνθρώπων ἐπιβούλους, μετὰ τροφὴν καὶ τὸν κόρον, ὡς ἐφ' ἕτοιμον θήραμα τρέχειν, καὶ τοὺς ἐρήμους τῆς ἄνωθεν κηδεμονίας καταδουλοῦσθαι ῥᾳδίως. ζʹ, ηʹ. «Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς· καὶ μυριὰς ἐκ δεξιῶν σου· πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει.» Ἀντὶ τοῦ κλίτους σου, ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας, ἐκ πλαγίου τεθείκασιν. Λέγει δὲ, ὅτι Κἂν ἐκ δεξιῶν σου, κἂν ἐξ εὐωνύμων σου, πλῆθος ἄπειρον ἐξέλθῃ, σοὶ μὲν οὐδεμία προσγίνεται λώβη, ὄψῃ δὲ ἐκείνους θείᾳ καταβαλλομένους πληγῇ. Τοῦτο καὶ ἐπὶ τοῦ Ἐζεκίου γεγένηται· ὀκτωκαίδεκα γὰρ μυριάδες, καὶ πέντε χιλιάδες τῶν Ἀσσυρίων κατηκοντίσθησαν πολεμικῶν ὀργάνων χωρίς. Οὕτως ἐπὶ τοῦ Γεδεὼν, οὕτως ἐπὶ τοῦ Ἰωνάθαν, καὶ μέντοι καὶ ἐπὶ τοῦ Ἰωσαφὰτ, καὶ ἐπὶ τοῦ προφήτου Ἐλισσαίου αὐτὸ τοῦτο γεγένηται. θʹ. «Ὅτι σὺ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου.» Ταύτης δὲ, φησὶ, τῆς προμηθείας ἀπολαύσαις, τῇ εἰς Θεὸν ἐλπίδι χρησάμενος, καὶ τοῦτον καταφυγὴν ποιησάμενος. Ἐλλείπει γὰρ τῇ συνθήκῃ τοῦ λόγου τὸ εἶπας, σὺ, Κύριε, ἡ ἐλπίς μου. Ἰδίωμα γὰρ τοῦτο τῆς προφητικῆς συγγραφῆς, διαφερόντως δὲ τῶν ψαλμῶν. Ἀλλ' ὅμως ἡ ἀκολουθία δῆλον ποιεῖ τὸ ἀμφίβολον. Ἐπειδὴ γὰρ, φησὶν, ἐλπίζεις εἰς τὸν Θεὸν, καὶ εἰς ἐπικουρίαν αὐτὸν καλεῖς, τῆς παρ' αὐτοῦ κηδεμονίας τυγχάνεις. ιʹ. «Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου.» Κρείττων ἔσῃ τῶν διαβολικῶν προσβολῶν, καὶ βλάβην ἐκεῖθεν οὐ δέξῃ. Οὕτως ἡ θεία χάρις τὴν τοῦ Ἰὼβ περιέφραττεν οἰκίαν· καὶ μάρτυς ὁ πολέμιος βοῶν· «Οὐ σὺ περιέφραξας τὰ ἔσωθεν καὶ τὰ ἔξωθεν τῆς οἰκίας