Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1613
Not analysed yet
αὐτοῦ;» Ἐπειδὴ δὲ συνεχώρησε, κἀκεῖνος τὴν οἰκείαν ἔδειξε πονηρίαν, καὶ ὁ δίκαιος κριτὴς τὸν νικηφόρον ἐστεφάνωσεν ἀθλητήν. ιαʹ. «Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.» Τοῦτο καὶ ἐν τῷ λγʹ ἔφη ψαλμῷ· «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Ἠκούσαμεν δὲ καὶ Ἰακὼβ τοῦ πατριάρχου λέγοντος· «Ὁ ἄγγελος ὁ ῥυσάμενός με ἐκ πάντων τῶν κακῶν.» Καὶ ὁ μέγας Ἀβραὰμ τὸν οἰκέτην παραθαῤῥύνων ἔφη, «Ὁ Θεὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ πρὸ προσώπου σου, καὶ λήψῃ γυναῖκα Ἰσαὰκ τῷ υἱῷ μου ἐκεῖθεν.» Πανταχόθεν τοίνυν μανθάνομεν, ὡς δι' ἀγγέλων φρουρεῖ τοὺς εἰς αὐτὸν πεποιθότας ὁ τῶν ὅλων Θεός. ιβʹ. «Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.» Τῆς παντοδαπῆς παρ' αὐτῶν ἀπολαύσεις προνοίας, ἵνα μηδὲ βραχεῖά σου ποθὲν προσγένηται βλάβη· τὸ σμικρὸν γὰρ τῆς βλάβης, διὰ τοῦ προσπταῖσαι τῷ λίθῳ δεδήλωκε. Τὸ δέ· «Ἐπὶ χειρῶν ἀροῦσί σε,» ἀντὶ τοῦ χειραγωγήσουσι, ποδηγήσουσι, παντοδαπὴν ἐπικουρίαν προσοίσουσιν. ιγʹ. «Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.» Τῶν δυνατωτάτων καὶ πικροτάτων ἐμνήσθη θηρίων, τὴν κατὰ παντὸς εἴδους πονηρίας ἐπικράτειαν δηλῶσαι θελήσας. Διὰ μὲν γὰρ τοῦ λέοντος καὶ τοῦ δράκοντος τὴν ἰσχὺν ἐσήμανε· δυνατὰ γὰρ ταῦτα κομιδῆ τὰ θηρία. Διὰ δὲ τῆς ἀσπίδος καὶ τοῦ βασιλίσκου, τὴν ἄκραν πονηρίαν ᾐνίξατο. Ἡ μὲν γὰρ ἐνίησι θανατηφόρον ἰὸν, ὁ δὲ καὶ τῇ θέᾳ λώβην ἐργάζεται. Καὶ αὐτῶν μέντοι τῶν θηρίων κρείττους ἐγένοντο πολλοὶ πεπιστευκότες Θεῷ. Οὕτως ὁ θαυμάσιος Δανιὴλ τὰ τῶν λεόντων ἐπέδησε στόματα· οὕτως ὁ θεσπέσιος Παῦλος τὴν ἀπὸ τῆς ἐχίδνης οὐκ ἐδέξατο βλάβην· [καὶ ἵνα συντόμως εἴπω, ἐπὶ τὰ παλαιὰ ἀναδράμωμεν·] οὕτως, ὁ Νῶε, τοῖς θηρίοις συνδιαιτώμενος ἀλύμαντος διεσώθη. Οὕτω μυρίοι τὸν ἐρημικὸν ἀσπασάμενοι βίον, καὶ θηρίοις συμβιοτεύοντες διὰ τῆς εἰς τὸν Θεὸν ἐλπίδος τῆς τούτων περιγίνονται λύμης. ιδʹ, ιεʹ. «Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ.»