Ancient Greek · ~6 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1616
Not analysed yet
Ταῦτα λοιπὸν ὁ τῶν ὅλων ἔφη Θεὸς, διδάσκων τίς ὁ τῆς ἐλπίδος καρπός· Ῥύσομαι γὰρ αὐτὸν, φησὶν, ἐκ τῶν εἰρημένων ὁρατῶν τε καὶ ἀοράτων ἐπιβούλων, τῇ ἐμῇ ἐλπίδι φραξάμενον· διὰ τοῦτο αὐτὸν φρουρήσω τε καὶ σκεπάσω, καὶ λαλοῦντος ἀκούσομαι, καὶ τὴν δέησιν δέξομαι. «Μετ' αὐτοῦ εἰμι ἐν θλίψει.» Κἄν τινι πειρασμῷ περιπέσῃ, συνέσομαι, καὶ τὴν ἀρκοῦσαν προσοίσω παραψυχήν. «Ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτόν.» Οὐ μόνον δὲ αὐτὸν ἐλευθερώσω τῶν λυπηρῶν, ἀλλὰ καὶ περίβλεπτον ἀπεργάσομαι. ιϛʹ. «Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.» Παρέξω δὲ αὐτῷ καὶ τὸ εἰς γῆρας ἐλάσαι βαθὺ, καὶ τὴν ἐσομένην αὐτῷ κατὰ τὸν μέλλοντα βίον σωτηρίαν προδείξω. Τούτων καὶ ὁ μακάριος ἀπήλαυσεν Ἐζεκίας. Προσθήκην γὰρ αἰτήσας ζωῆς, πέντε καὶ δέκα ἐτῶν ἔλαβεν ἀριθμόν· πολλὴν δὲ καὶ ἐκ τῆς τῶν Ἀσσυρίων ἀπωλείας ἐκτήσατο περιφάνειαν· καὶ λίαν αὐτῷ ἁρμόττει τό· «Ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.» Ἀλλὰ καὶ ἅπαντες οἱ εἰς τὸν Θεὸν ἠλπικότες παντοδαπῶν ἀπολαύσουσιν ἀγαθῶν· ὡς καὶ αἱ παλαιαὶ διδάσκουσιν ἱστορίαι, καὶ τὰ νῦν ὁρώμενα μαρτυρεῖ. ΕΡΜΗΝ. ΤΟΥ ϟΑʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς ᾠδῆς, εἰς τὴν ἡμέραν τοῦ Σαββάτου.» Τὸ Σάββατον ἀργίαν ἐνομοθέτει, ἀλλ' οὐ πᾶσαν ἀργίαν· τὴν γὰρ πνευματικὴν ἐργασίαν πολλαπλασίαν ἐποίει· εὐχαῖς γὰρ καὶ ὕμνοις προσεδρεύειν ἐκέλευσε, καὶ τῷ Θεῷ διπλᾶς ἱερεύειν θυσίας· τῶν σωματικῶν τοίνυν πόνων παῦλαν ἔχειν ὁ περὶ τοῦ Σαββάτου διηγόρευσε νόμος. Ἐπεὶ τοίνυν καὶ ὁ μέλλων βίος τῶν τοιούτων ἐστὶ φροντίδων ἐλεύθερος, εἰκότως κατάπαυσις προσηγόρευται· διάτοι τοῦτο καὶ ὁ μακάριος Παῦλος βοᾷ· «Σπουδάσωμεν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ.» Καὶ πάλιν· «Ἄρα ἀπολείπεται σαββατισμὸς