Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1617
Not analysed yet
τῷ λαῷ τοῦ Θεοῦ.» Ἐπειδὴ τοίνυν ὁ ψαλμὸς τῶν δικαίων τὴν τιμὴν, καὶ τῶν ἀδίκων προλέγει τὴν τιμωρίαν, ἐν ἐκείνῃ δὲ τῇ καταπαύσει ταῦτα γενήσεται, εἰκότως ταύτην ἐδέξατο τὴν ἐπιγραφήν. βʹ, γʹ. «Ἀγαθὸν ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. Τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.» Ἐπωφελὲς, φησὶ, καὶ κερδαλέον τὸ νύκτωρ καὶ μεθ' ἡμέραν σὲ τὸν εὐεργέτην ὑμνεῖν, καὶ τὰς σὰς εὐεργεσίας διεξιέναι, τὴν περὶ ἡμᾶς φιλανθρωπίαν, τὴν κατὰ τῶν ἀδικούντων ἀλήθειαν. Ἐκείνους μὲν γὰρ ἀληθείᾳ χρώμενος κολάζεις ἐνδίκως, ἡμᾶς δὲ τὴν σὴν ἐπίγνωσιν ἔχοντας προμηθείας ἀξιοῖς. δʹ. «Ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ' ᾠδῆς ἐν κιθάρᾳ.» Τοιούτοις ὀργάνοις εἰώθασι τὸν Θεὸν ἀνυμνεῖν· λέγει τοίνυν ὅτι, Καὶ ἐν τοῖς νενομισμένοις ἀνακρουομένους ὀργάνοις, καὶ τῇ τῆς γλώττης μελῳδία χρωμένους, δίκαιόν σοι προσφέρειν τὸν χαριστήριον ὕμνον. εʹ. «Ὅτι ηὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι.» Ὁρῶν γάρ σου τὰς δημιουργίας, καὶ τὰς ἀῤῥήτους οἰκονομίας, ἀγάλλομαί τε καὶ γάννυμαι, καὶ τῇ τῆς ψυχῆς ἡδονῇ τὴν γλῶτταν εἰς ὑμνῳδίαν κινῶ. ϛʹ. «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. σφόδρα ἐβαθύνθησαν οἱ λογισμοί σου.» Ὁ δὲ Σύμμαχος οὕτως· Σφόδρα βαθεῖς οἱ διαλογισμοί σου· Ἀκύλας δὲ καὶ Θεοδοτίων· Ἐβαθύνθησαν. Τὰ μὲν γὰρ ἔργα σου, φησὶ, μεγάλα καὶ θαυμαστά· τὸ γὰρ ὡς ἐπιτατικῶς τέθεικεν· ἡ δὲ σοφία σου ἀνέφικτον ἔχει τὸ βάθος. Ποῖος γὰρ νοῦς ἱκανὸς ἐξετάσαι τῆς σῆς προνοίας τοὺς λόγους; Ἀλλ' ἡμεῖς μὲν τοῦτο καὶ τοὺς ἀγνοοῦντας διδάσκομεν. Οἱ δὲ φρενῶν ἐστερημένοι, καὶ τὸ λογικὸν ἀπολέσαντες, οὔτε συνιδεῖν ἐθέλουσιν, οὔτε μαθεῖν παρ' ἑτέρων ἀνέχονται. Ταῦτα γὰρ ἐπιφέρει. ζʹ. «Ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα.» Διαφόρως ταῦτα εἴρηκεν· ὅτι ὁ τὰς φρένας νοσῶν, καὶ συνέσεως ἔρημος, τούτων οὐδὲν γινώσκει, οὔτε μὴν ἀκοῦσαι βούλεταί τι περὶ τούτων. ηʹ. «Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον, καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Τὸ διέκυψαν, ἤνθησαν ὁ Ἀκύλας εἴρηκεν· οὕτω