Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1620
Not analysed yet
δὲ καὶ ὁ Σύμμαχος. Οὐκ ἠβουλήθησαν συνιέναι οἱ ἄφρονες, ὅτι ὁμοίως χόρτῳ ἤνθησαν, καὶ χλόῃ παραπλησίως ἀπὸ τῆς γῆς διέκυψαν οἱ τῆς ἀνομίας ἐργάται, καὶ τὸν ὄλεθρον τὸν αἰώνιον μετὰ τὴν παροῦσαν εὐημερίαν κομίσονται. Ζηλωτοὺς δὲ αὐτοὺς, καὶ μακαρίους καλέσαντες ὄψονται συντόμως ἑαυτῶν τὸ τρισάθλιον τέλος. θʹ, ιʹ. «Σὺ δὲ ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε. Ὅτι ἰδοὺ οἱ ἐχθροί σου, Κύριε, ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνται· καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.» Ἐκεῖνοι μὲν γὰρ χόρτῳ παραπλησίως μαραίνονταί τε καὶ φθείρονται· σὺ δὲ κατὰ πάντων ἔχεις τὸ κράτος, πάντων ὑπέρτερος ὢν, καὶ τιμωρίαις ὑποβάλλων τοὺς παραπληξίᾳ κατεχομένους. ιαʹ. «Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου.» Ἡμεῖς δὲ οἱ τὴν σὴν ἐπίγνωσιν ἔχοντες, τὴν τῶν ἐχθρῶν σου κατάλυσιν θεασάμενοι γαυριάσομεν ἐπὶ σοὶ καὶ μεγαφρονήσομεν· ἅτε δὴ τῆς πολυθέου πλάνης ἀπηλλαγμένοι, καὶ σὲ τὸν ὄντως ὄντα προσκυνοῦντες Θεὸν, [τὸ κέρας τοῦ σταυροῦ ὅπλον κατὰ παθῶν καὶ δαιμόνων δεξάμενοι.] Τὸν γὰρ μονόκερων πάλιν ἐνταῦθα παρήγαγεν, ἵνα διὰ τοῦ ἑνὸς κέρατος τὸν ἕνα παραδηλώσῃ Θεόν. Ὥσπερ γὰρ ἐκεῖνο τὸ ζῶον ἓν ἔλαβε παρὰ τῆς φύσεως κέρας, οὕτω τῆς εὐσεβείας οἱ τρόφιμοι μίαν προσκυνοῦσι θεότητα. «Καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἡ παλαίωσίς μου, ὡς ἐλαία εὐθαλής. Ἀνθήσω γὰρ, καὶ τὸ γῆρας ἀποθήσομαι, ἐλαίαν τεθηλυῖαν μιμήσομαι, καὶ, κατὰ τοὺς Ἑβδομήκοντα, οἷόν τινι ἐλαίῳ πιανθήσομαι τῇ θυμηδίᾳ. ιβʹ. «Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου· καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ' ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὖς μου.» Τὸ ἐπεῖδε καὶ ὁ Σύμμαχος, καὶ ὁ Θεοδοτίων, καὶ αὐτὸς ὁ Ἑβραῖος ἐπόψεται εἴρηκε. Μελλόντων γὰρ προῤῥήσεις τὰ λεγόμενα· ἀλλὰ συνήθως οἱ ἑβδομήκοντα, ὡς γεγενημένα τὰ ἐσόμενα ἡρμήνευσαν· τὸ ἀναντίῤῥητον τῆς προῤῥήσεως καὶ ἐν τούτῳ δηλοῦντες. Ὥς-