Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1621
Not analysed yet
περ γὰρ ἀδύνατον τὰ γεγενημένα μὴ γεγενῆσθαι, οὕτως ἀδύνατον τὴν τοῦ Πνεύματος πρόῤῥησιν ἀπέραντον διαμεῖναι· λέγει τοίνυν, ὅτι Οὐ μόνον ὄψομαι τὼν ἀδίκων τὸ ἐπώδυνον τέλος, ἀλλὰ καὶ ἀκούσομαι πάντων τοῦτο διαγγελλόντων, καὶ θαυμαζόντων τῆς τιμωρίας τὸ δίκαιον. Οὕτω μέν τοι διαιρεῖται· «Καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ' ἐμὲ πονηρευομένοις·» ἐνταῦθα δεῖ ὑποστίξαι, εἶτα ἐπαγαγεῖν, «ἀκούσεται τὸ οὖς μου.» Τῶν παρανομίᾳ συζώντων, καὶ μυρία μοι τυρευόντων κακὰ τὸν ὄλεθρον πολλῶν διηγουμένων ἀκούσομαι. ιγʹ. «Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.» Οἱ μὲν οὖν ἁμαρτωλοὶ, χόρτῳ παραπλησίως ἀνθήσαντες, συντόμως ἀπέσβησάν τε καὶ διεφθάρησαν· ὁ δὲ δίκαιος τῆς μὲν κέδρου τὸ δασὺ, καὶ θερμὸν, καὶ θρέψιμον, τοῦ δὲ φοίνικος μιμήσεται τὸ ὑψίκομόν τε καὶ κάρπιμον. Διαρκεῖ δὲ ἀμφότερα καὶ ἐπὶ πλεῖστον διαμένοντα χρόνον, χρόνου δὲ καὶ εἰς αὔξησιν δεῖται. Τοιαύτη καὶ ἡ τῆς ἀρετῆς φυτουργία, πόνῳ πολλῷ καὶ χρόνῳ φυομένη, ἀλλ' εἰς ὕψος αἰρομένη, ὥριμόν τε καὶ ἥδιστον φέρουσα τὸν καρπὸν, καὶ σκέπην ἱκανὴν τῷ κεκτημένῳ παρέχουσα. [Ὡς ἐν θείῳ παραδείσῳ καταφυτεύεται ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Τοῦτο γὰρ διὰ τῶν ἑξῆς σαφέστερον λέγει τῷ εἰπεῖν·] ιδʹ. «Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου· ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.» Οὗτοι δὲ, φησὶν, οἱ τούτοις ἀπεικασμένοι τοῖς δένδροις φυτουργὸν μὲν ἔχουσι τὸν Θεὸν, παράδεισον δὲ τὸν θεῖον νεών. ιεʹ, ιϛʹ. «Ἔτι πληθυνθήσονται ἐν γήρει πίονι, καὶ εὐπαθοῦντες ἔσονται. Τοῦ ἀναγγεῖλαι ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἔτι καρποφορήσουσι γηρῶντες, πίονες καὶ εὐθαλεῖς ἔσονται, ἀπαγγέλλοντες ὅτι ὀρθὸς Κύριος ὁ περιφράσσων με· καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Ἐν τῷ μέλλοντι γὰρ βίῳ τὴν ἐπηγγελμένην ἀπολαμβάνοντες τελειότητα, πλείονά τε καὶ πίονα προσοίσουσι τῷ Θεῷ τὸν καρπὸν, τὴν δικαίαν αὐτοῦ ψῆφον ὑμνοῦντες. Τὴν γὰρ νῦν κεκρυμμένην οἰκονομίαν τηνικαῦτα φανερουμένην ὁρῶντες, καὶ τὴν σοφίαν θαυμάσουσι, καὶ τὸ δίκαιον ἀνυμνήσουσι. Γῆρας μέντοι τὴν τελειότητα κέκληκε. Τέλειον γὰρ