Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1624
Not analysed yet
καὶ ἡμεῖς τὸν γεγηρακότα καλοῦμεν, ἀτελῆ δὲ τὸν νέον. Διὰ τοῦ γήρους τοίνυν τὴν μέλλουσαν παρεδήλωσε τελειότητα, ἐν ᾗ φυήσεται πολλαπλάσιος ὁ τῆς δικαιοσύνης καρπὸς, καὶ τοῦ Θεοῦ τὸ δίκαιον δῆλον πᾶσι γενήσεται. ΕΡΜΗΝ. ΤΟΥ ϟΒʹ ΨΑΛΜΟΥ. «Αἶνος ᾠδῆς τῷ Δαβὶδ, ἀνεπίγραφος παρ' Ἑβραίοις.» Τὸ Ἀνεπίγραφος παρ' Ἑβραίοις οὐκ ἔστιν ἐν τῷ Ἑξαπλῷ, οὔτε παρ' Εὐσεβίῳ. Τὴν τῶν ἀνθρώπων μεταβολὴν ὁ ψαλμὸς προθεσπίζει. Ὁ Θεὸς γὰρ ἄτρεπτός τε καὶ ἀναλλοίωτος, ἀεὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχων. Οὐ γὰρ νῦν μὲν βασιλεύει, νῦν δὲ βασιλείαν οὐκ ἔχει· ἀλλὰ φύσει μέν ἐστιν ἀεὶ βασιλεὺς, οὐκ ἀεὶ δὲ τοῦτο δῆλον τοῖς ἀνθρώποις γεγένηται. Ἐπὶ πλεῖστον γὰρ χρόνον οἱ πλείους αὐτὸν ἀγνοήσαντες, τὴν τῷ Θεῷ προσήκουσαν θεραπείαν τοῖς εἰδώλοις προσήνεγκαν· μετὰ δὲ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, δίκην φωτὸς εἰς πᾶσαν τὴν οἰκουμένην ἡ θεογνωσία διέδραμεν. [Αὐτὸς γάρ ἐστι τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Διὰ δὴ ταῦτά φησιν ὁ προφητικὸς νοῦς προθεωρῶν·] αʹ. «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.» Ἐπειδὴ γὰρ τὸ πάθος σκυθρωπὸν ὤφθη τοῖς τὸν ἐντεῦθεν φυόμενον καρπὸν ἐπισταμένοις, ὡς βοᾷν τὸν προφήτην, «Καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ, τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων·» μετὰ δὲ τὴν [ἐκ Παρθένου γέννησιν καὶ τὸν ἑκούσιον σταυρὸν καὶ τὴν] εἰς οὐρανοὺς ἄνοδον, τὰς θεοπρεπεῖς ἀφῆκεν ἀκτῖνας· εἰκότως ὁ προφήτης βοᾷ, «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο.» Οὐ γὰρ ἃ μὴ εἶχεν ἔλαβεν, ἀλλ' ἅπερ εἶχεν ὑπέδειξεν. Οὕτω καὶ πρὸς τὸν οἰκεῖον πατέρα φησὶν, «Πάτερ, δόξασόν με ἐν τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι. [Οὐκ ἄδοξος μετὰ τὴν ἐνανθρώπησιν· ἀλλ' ἵνα μαρτυρηθῇ τὸ οὗ-