Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1625
Not analysed yet
τός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε.] «Ἐνεδύσατο Κύριος δύναμιν, καὶ περιεζώσατο.» Ὅτι Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, σαφῶς ἡμᾶς ὁ θεῖος Παῦλος ἐδίδαξε. Τοιγαροῦν οὐχ ἑτέρωθεν ποθὲν ἐδέξατο δύναμιν, ἣν μὴ πρότερον εἶχεν, ἀλλὰ τῇ οἰκείᾳ δυνάμει κατὰ τῶν πολεμίων ἐχρήσατο· σχηματίζει δὲ αὐτὸν ὁ προφητικὸς λόγος, οἷόν τινα βασιλέα βασιλικὴν πανοπλίαν περιβαλλόμενον, καὶ ζώνῃ χρώμενον, καὶ κατὰ τῶν πολεμίων ἀγωνιζόμενον. Εἶτα δείκνυσι τὰ ἐντεῦθεν γινόμενα κατορθώματα. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἤ τις οὐ σαλευθήσεται.» Ἑδραίαν, φησὶ, τὴν οἰκουμένην ἀπέφηνε, καὶ στεῤῥὰν, τὸ βέβαιον τῆς θείας γνώσεως ἔχουσαν, καὶ τῆς τοῦ ψεύδους πλάνης ἀπηλλαγμένην. Οὐκέτι γὰρ οἱ ἄνθρωποι, νῦν μὲν τούτους, νῦν δὲ ἐκείνους τοὺς θεοὺς προσκυνοῦσιν, ἀλλὰ τῷ ἀληθινῷ Θεῷ τὸ σέβας προσφέρουσιν. βʹ. «Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος σὺ εἶ.» Οὐ νῦν, φησὶ, τῆς βασιλείας ἐδέξω χειροτονίαν, ἀλλ' ἀΐδιον ἔχεις τὸ κράτος, καὶ τὴν βασιλείαν αἰώνιον· καὶ περὶ μὲν τῆς βασιλείας, καὶ ἐν τῷ μʹ καὶ δʹ ἔφη ψαλμῷ· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Τὸ δὲ ἀναλλοίωτον αὐτοῦ, καὶ ἄτρεπτον, ἐν τῷ ραʹ ψαλμῷ, πάλιν ἡμᾶς ἐδίδαξε· «Σὺ γὰρ αὐτὸς εἶ, φησὶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. [Εἰ γὰρ καὶ ἄνθρωπος ἐγένου, οὐκ ἐνδεὴς τῆς θεότητος, οὐδὲ τοῦ Πατρὸς ἢ τοῦ παναγίου Πνεύματος ἐχωρίσθης· μία γὰρ οὐσία τῆς ἀχράντου Τριάδος· μία βασιλεία, μία κυριότης.] Ἀμφοτέρας μέντοι τὰς μαρτυρίας ὁ μακάριος Παῦλος προσήρμοσε τῷ Δεσπότῃ Χριστῷ. γʹ. «Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν.» Ποταμοὺς τοὺς ἱεροὺς ἀποστόλους καλεῖ, καὶ τοὺς μετ' ἐκείνους δεξαμένους τὸ κήρυγμα. Οὗτοι γὰρ ποταμῶν δίκην ἅπασαν ἀνθρώποις τὴν ἀρδείαν προσήνεγκαν. Οὕτως αὐτοὺς καὶ ὁ μακάριος προσηγόρευσεν Ἀββακούμ· «Ποταμῶν ῥαγήσεται γῆ,» τουτέστι διαιρεθήσεται, καὶ τὴν ἀρδείαν δέξεται. Οὕτω καὶ ὁ Κύριος ἔφη· «Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Οὗτοι τοίνυν οἱ ποταμοὶ ἐπῆραν αὐτῶν τὴν φωνὴν, τὰ θεῖα κηρύττοντες δόγματα, καὶ τὰς οἰκείας πορείας ποιούμενοι. Τρίψεις γὰρ τὰς τρίβους ἐκάλεσεν. Ἐπειδὴ γὰρ πέφυκε τῶν ὑδάτων ἡ φύσις τρίβειν τὴν ὑποκειμένην γῆν, καὶ πορείαν ἐργάζεσθαι,