Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1628
Not analysed yet
εἰκότως τρίψιν τῶν ποταμῶν τὴν πορείαν ἐκάλεσεν· οἱ γὰρ πρῶτοι πιστευθέντες τὸ κήρυγμα τὴν ὁδὸν δευτέροις ηὐτρέπισαν, καὶ ἄπονον αὐτοῖς καὶ ἀταλαίπωρον τὴν διδασκαλίαν ἐπραγματεύσαντο. δʹ. «Ἀπὸ φωνῶν ὑδάτων πολλῶν, θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης.» Καθάπερ τῶν μεγάλων ποταμῶν εἰς τὸ πέλαγος εἰσβαλλόντων, καὶ τὴν κατὰ τῆς ψάμμου τῶν κυμάτων προσβολὴν ἐπεχόντων, ἐπὶ πλεῖστον κυρτοῦται τὰ κύματα τῇ μάχῃ τῶν ποταμίων ῥευμάτων· οὕτω καὶ τῆς γλυκείας καὶ ποτίμου τῶν ἀποστόλων διδασκαλίας τῇ ἁλμυρᾷ καὶ πικρᾷ τῆς οἰκουμένης θαλάττῃ προσφερομένης, ζάλη τις ἐγένετο, καὶ κύματα ἐπάλληλα διανίστατο. Τοῦτο καὶ ὁ μακάριος προείρηκεν Ἀββακούμ. Εἰρηκὼς γὰρ, «Ποταμῶν ῥαγήσεται γῆ, ὄψονταί σε καὶ ὠδινήσουσι λαοὶ,» σκορπίζων ὕδατα πορείας, ἐπήγαγεν· «Ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, ὕψος φαντασίας αὐτῆς. Τῆς τοιαύτης ἅπασα πόλις ἐπέπληστο ζάλης· αὐτοῦ γάρ ἐστι τοῦ Κυρίου φωνὴ, «Οὐκ ἦλθον βαλεῖν εἰρήνην εἰς τὴν οἰκουμένην, ἀλλὰ μάχαιραν, διχάσαι ἄνθρωπον ἀπὸ πλησίον αὑτοῦ, υἱὸν ἀπὸ τοῦ πατρὸς αὐτοῦ, θυγατέρα ἀπὸ τῆς μητρὸς αὑτῆς, νύμφην ἀπὸ τῆς πενθερᾶς αὐτῆς.» Ἀλλ' ἡ μὲν ἀρχὴ τοῦ κηρύγματος εἶχε τὴν ζάλην· νῦν δὲ ὁ τῆς θαλάττης δεσπότης ἐπετίμησε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὖραν, καὶ ἐσίγησε τὰ κύματα αὐτῆς, καὶ ἐγένετο γαλήνη μεγάλη. «Θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.» Ὁ δὲ Ἀκύλας οὕτως· Ὑπερμεγέθης ἐν ὕψει Κύριος. Μάλα δὲ ἀκολούθως τοῦτο τοῖς εἰρημένοις προστέθεικε, τοῦ κατορθοῦντος δεικνὺς τὴν ἰσχύν. Ὑπερμεγέθης γάρ ἐστι, καὶ ὕψιστος, καὶ Κύριος, καὶ δύναμιν ἔχων, οὔτε γλώττῃ μετρητὴν, οὔτε διανοίᾳ καταληπτήν. [Ὑψηλοὺς δὲ καλεῖ τοὺς μεγάλους πατριάρχας προφήτας τε καὶ τοὺς ἱεροὺς ἀποστόλους καὶ τοὺς κατ' ἐκείνους ἅπαντας.] εʹ. «Τὰ μαρτύριά σου Κύριε, ἐπιστώθησαν σφόδρα.» Ταῦτα δὲ ἅπαντα ἄνωθεν προεθέσπισας, καὶ διὰ τῶν ἁγίων σου προφητῶν προεκήρυξας. Τῇ δὲ μαρτυρίᾳ τῶν πραγμάτων δέδεικται ἀληθῆ· καλὴ δὲ καὶ ἡ τοῦ σφόδρα προσθήκη. Ἀντὶ τοῦ, Οὐδὲ τὸ τυχὸν ἐν ταῖς προῤῥήσεσιν ἔνεστι θεωρῆσαι ψεῦδος, ἀλλ' ἀκριβῶς ἅπαντα τὰ νῦν ὁρώμενα προεῤῥήθη. «Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν.» Τὸ δὲ πάντων μέγιστόν τε καὶ κάλλιστον τῶν ἀγαθῶν, ὅτι οὐ πρόσκαιρος ἡ τῶν δεδωρημένων ἀπόλαυσις, οὐδὲ χρόνοις τισὶ περιωρισμένη, κατὰ τὴν Ἰουδαίων λατρείαν· ἀλλὰ