Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1629
Not analysed yet
διαρκὴς, καὶ μόνιμος, καὶ αἰώνιος· τῷ νέῳ γάρ σου οἴκῳ ταῦτα πρόσφορά τε καὶ πρέποντα. Οἶκον δὲ τοῦ Θεοῦ τὸν τῶν πιστῶν προσηγόρευσε σύλλογον ὁ θεσπέσιος Παῦλος, ᾧ τὸν ἁγιασμὸν ἐπιπρέπειν εἴρηκεν ὁ προφήτης. Προσήκει τοίνυν ἡμᾶς, κατὰ τὴν ἀποστολικὴν παραίνεσιν, καθαίρειν μὲν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελεῖν δὲ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ· ἵνα ἄξιον τὸν οἶκον τοῦ Θεοῦ κατασκευάσαντες, τὸν αἰώνιον ἔνοικον εἰσδεξώμεθα. ΕΡΜΗΝ. ΤΟΥ ϟΓʹ ΨΑΛΜΟΥ. «Ψαλμὸς τῷ Δαβίδ· τετράδι Σαββάτου· ἀνεπίγραφος παρ' Ἑβραίοις.» Δῆλον, ὡς τὴν ἐπιγραφὴν ἄλλοι τινὲς τεθείκασι, καὶ οὔτε ὁ προφήτης, οὔτε οἱ τοῦτον ἐξ ἀρχῆς ἑρμηνεύσαντες. Τοῦ δὲ ψαλμοῦ ἡ ὑπόθεσις αὕτη. Πολλοὶ τῶν Ἰουδαίων, καὶ ἄρχοντες καὶ βασιλεῖς, τὴν παρανομίαν ἠγάπησαν, καὶ δικάζοντες ἀδίκως ἐξῆγον τὴν ψῆφον, καὶ μιαιφονίας ἐτόλμων, δώροις ἀπεμπολοῦντες τῶν ἀθώων τὸ αἷμα. Τούτων δὲ καὶ ὁ μακάριος κατηγόρησεν Ἡσαΐας, «Ἀκούσατε, λέγων· ἄρχοντες Σοδόμων.» Καὶ πάλιν· «Οἱ ἄρχοντές σου ἀπειθοῦσιν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χηρῶν οὐ προσέχοντες.» Οὐ μόνον δὲ κατηγόρησεν, ἀλλὰ καὶ παρῄνεσε· «Κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν.» Ταύτην καὶ ὁ μακάριος Ἀββακοὺμ τὴν κατηγορίαν ἐποιήσατο, καὶ τῷ Θεῷ προσφέρων τὴν ἔντευξιν ἔλεγε· «Ποιήσεις τοὺς ἀνθρώπους, ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡσεὶ ἑρπετὰ μὴ ἔχοντα ἡγούμενον, καὶ καταφάγεται ὁ ἀσεβὴς τὸν δίκαιον.» Οὕτω καὶ ὁ θαυμάσιος Ἱερεμίας, καὶ μέντοι καὶ οἱ ἄλλοι προφῆται, τῆς τούτων ἀδικίας διετέλουν κατηγοροῦντες. Ταῦτα πόῤῥωθεν προφητικοῖς ὀφθαλμοῖς προϊδὼν ὁ θεῖος Δαβὶδ, τοῦτον ἔγραψε τὸν ψαλμόν· ἵνα διὰ τῆς μελῳδίας, τῆς ἐν τῷ θείῳ ναῷ γινομένης, τὴν ὠφέλειαν οἱ τηνικαῦτα καρπώσωνται· διδάσκει δὲ τοῦ Θεοῦ τὴν πρόνοιαν, καὶ τὴν ἐντεῦθεν τιμωρίαν τῶν πονηρίᾳ συζώντων. Σχηματίζει δὲ τὸν ψαλμὸν ἐκ προσώπου τῶν εὐσεβείᾳ συντεθραμμένων, ταῦτα παρ' ἐκείνων ὑπομενόντων. αʹ. Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο.» Ἀντὶ δὲ τοῦ, ἐπαῤῥησιάσατο, ὁ Ἀκύλας ἐπιφάνηθι εἴρηκεν· οὕτω δὲ καὶ οἱ ἄλλοι ἑρμηνευταί. Σὲ, φησὶν, ἱκετεύω τὸν τῶν ἁπάντων