Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1632
Not analysed yet
Θεὸν καὶ Δεσπότην, καὶ τὴν κτίσιν ἰθύνοντα, καὶ τὴν ἀξίαν τιμωρίαν τοῖς ἀδίκοις ἐπάγοντα, ἐπακοῦσαι, καὶ τὴν ἔντευξιν δέξασθαι. βʹ. «Ὑψώθητι, ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις.» Δεῖξον ἅπασι τῆς σῆς δεσποτείας τὸ ὑψηλὸν, καὶ κατάλυσον τὴν τῶν ἀλαζόνων ὀφρὺν, διδάσκων διὰ τῆς πείρας, ὅτι σὺ εἶ τῆς οἰκουμένης κριτής. γʹ, δʹ. «Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; Φθέγξονται, καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.» Οὐκ ὄλεθρον ὑπομεῖναι τοὺς παρανόμους ἱκετεύει, ἀλλὰ μὴ δυναστεύειν, καὶ τὴν ἐξουσίαν ἐφόδιον ἔχειν εἰς ἀδικίαν. εʹ, ϛʹ. «Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν· καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. Χήραν καὶ ὀρφανὸν ἀπέκτειναν, καὶ προσήλυτον ἐφόνευσαν.» Πᾶν εἶδος ἀδικίας, Δέσποτα, παρ' αὐτῶν τολμᾶται. Ἐπὶ τῇ δυναστείᾳ βρενθύονται, ἀδίκοις δὲ κέχρηνται λόγοις· τὰ πράγματα τῶν λόγων ἐστὶ χαλεπώτερα. Αἱ τῶν ὁμοζύγων ἐστερημέναι, καὶ οἱ πατέρων ἐρημίαν ὀλοφυρόμενοι πρόκεινται τούτοις, ὡς ἕτοιμον θήραμα. Οἱ ἐξ ἐθνῶν προσεληλυθότες, καὶ κατὰ τοὺς σοὺς νόμους ποθήσαντες πολιτεύεσθαι, τὴν ἄδικον παρ' αὐτῶν σφαγὴν ὑπομένουσι· Προσηλύτους γὰρ τούτους ὠνόμασε. ζʹ «Καὶ εἶπαν· Οὐκ ὄψεται ἄνθρωπος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ.» Αὕτη τῆς ἀσεβείας ἐπίτασις. Ταῦτα γὰρ, φησὶ, τολμῶσιν, οὐχ ἡγούμενοί σε ἐφορᾷν, οὐδὲ προμηθεῖσθαι τῶν ἀνθρωπείων πραγμάτων· οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ ὁ Θεὸς Ἰακὼβ, ἀλλ' εἰς αὔξησιν τῆς κατηγορίας. Πολλὴν γὰρ περὶ τὸν λαὸν τοῦ Θεοῦ καταμαθόντες πρόνοιαν, τὴν διὰ τῶν προφητῶν, τὴν διὰ τῶν ἱερέων, τὴν ἐν πολέμῳ, τὴν ἐν εἰρήνῃ, οὐ δειμαίνουσιν ὡς ἐφορῶντα τὸν τῶν ὅλων Θεόν. Ἐντεῦθεν αὐτοῖς εἰσφέρει συμβουλὴν καὶ παραίνεσιν, [οὐ μόνον δὲ τὸ τηνικαῦτα τοῖς τοιαῦτα νενοσηκόσιν, ἀλλὰ καὶ μέχρι τοῦ νῦν καὶ παντὸς τοῦ βίου κρατοῦσιν.] ηʹ. «Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε.» Ὀψέ γ' οὖν ποτε, ὦ ἀνόητοι, συνιδεῖν ἐθελήσατε, καὶ μαθεῖν τῶν πραγμάτων τὴν φύσιν· [ὅτι ἀράχνῃ ἔοικεν ἡ τοῦ παρόντος βίου κατάστασις.]