Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1633
Not analysed yet
θʹ. «Ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν, οὐχὶ κατανοεῖ,» Σφόδρα συλλογιστικῶς τὴν διδασκαλίαν προσήνεγκεν. Ὁ ἐκ πηλοῦ γὰρ, φησὶ, τὸν ὀφθαλμὸν διαπλάσας, καὶ τὴν ὀπτικὴν ἐνέργειαν αὐτῷ δωρησάμενος, καὶ τὰ ὦτα ὡσαύτως δημιουργήσας, καὶ τὴν ἀκουστικὴν αἴσθησιν χαρισάμενος, αὐτὸς οὐχ ὁρᾷ, οὐδὲ ἀκούει, ἀλλὰ ὁ τούτων δημιουργὸς ἐστέρηται τῆς ἐνεργείας ἣν τοῖς ἄλλοις κεχάρισται; ιʹ. «Ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει;» Τὰ ἔθνη, φησὶν, ἃ μήτε νόμον ἐδέξαντο, μήτε προφητικῆς ἀπολαύει διδασκαλίας, ὑποβάλλει παιδείαις, καὶ τὴν ὑμετέραν οὐκ ἐλέγξει παρανομίαν; «Ὁ διδάσκων ἄνθρωπον γνῶσιν.» Καὶ μὴν τῶν ἀνθρώπων τὴν φύσιν αὐτὸς ἐδημιούργησε λογικὴν, καὶ διὰ τῶν ἐν τῇ κτίσει θεωρουμένων, καὶ καθ' ἑκάστην γιγνομένων ἡμέραν, πλείονα τὴν γνῶσιν ἐργάζεται. ιαʹ. «Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι.» Ἀλλὰ γὰρ οὐ μόνον ὁρᾷ καὶ ἀκούει· ἀλλὰ καὶ τοὺς ἡμετέρους ἐπίσταται λογισμοὺς, τοὺς ψευδῆ περὶ τῆς αὐτοῦ προνοίας τοπάζοντας· οὕτως ἐκείνοις τὴν προσφυῆ ποιησάμενος θεραπείαν, προσφέρει τοῖς ἀδικουμένοις ἀποχρῶσαν ψυχαγωγίαν· πιθανωτέραν δὲ αὐτὴν ἐργαζόμενος ποιεῖται τοὺς λόγους. ιβʹ. «Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε· καὶ ἐκ τοῦ νόμου σου διδάξεις αὐτόν.» Πολλοὶ μὲν γὰρ ἀθλίους εἰώθασιν ἀποκαλεῖν τοὺς τὴν εὐσέβειαν ἀσπαζομένους [καὶ ἀδικίαν ὑφισταμένους· ἐγὼ δὲ αὐτοὺς ζηλωτοὺς καὶ μακαρίους ἀποκαλῶ, παίδευσιν γυμναζομένους,] καὶ τοὺς θείου νόμου καρπουμένους τὴν ὠφέλειαν. ιγʹ. «Τοῦ πραΰναι αὐτὸν ἀφ' ἡμερῶν πονηρῶν.» Ὁ γὰρ μικρὰν παιδείαν κατὰ τὸν παρόντα βίον δεχόμενος, πραότερον ἕξει τὸ μέλλον κριτήριον· ἡμέραν γὰρ πονηρὰν, τὴν αἰώνιον ἐκάλεσε κόλασιν. «Ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος.» Οἱ γὰρ τὴν παρανομίαν ἀσπαζόμενοι τῇ διηνεκεῖ τιμωρίᾳ παραδοθήσονται. Ὥσπερ γὰρ τὸν εἰς βαθὺ ἐμπεσόντα βόθρον ἀναβῆναι τῶν ἀδυνάτων, μηδενὸς ἐπαμύνοντος· οὕτω διαφυγεῖν τὴν αἰώνιον ἀδύνατον κόλασιν, μὴ τῆς θείας τοῦτο βουλομένης φιλανθρωπίας. ιδʹ. «Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὑτοῦ· καὶ τὴν κληρονομίαν αὑτοῦ οὐκ ἐγκαταλείψει.» [Κληρονομίαν οὐ τὸν Ἰσραὴλ ὠνόμασε μόνον, ἀλλὰ καὶ τὸν ἐξ ἐθνῶν λαόν· καὶ μάλιστα τοῦτον. Περὶ μὲν γὰρ ἐκείνου ὁ μακάριος ἔφη Μωϋσῆς· «Καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Περὶ δὲ τοῦ νέου λαοῦ, ὃν ὁ ἐκ Θεοῦ Θεὸς τῷ ἑκουσίῳ θανάτῳ περιεποιήσατο, συγκληρονόμους ὀνο-