Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1636
Not analysed yet
μάζει ὁ θεῖος Ἀπόστολος· αὐτὸς γὰρ τὴν νέαν διαθήκην καὶ ἀληθινὴν μερίδα ὁρίζεται· οὓς διὰ λουτροῦ παλιγγενεσίας ἀνέπλασεν.] Καὶ κατὰ τὸν παρόντα δὲ βίον τῆς προσηκούσης ἀπολαύσεται προμηθείας ὁ θεῖος λαὸς, ἅτε δὴ κληρονομία καὶ λαὸς αὐτοῦ χρηματίσας. ιεʹ. «Ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν;» Ταύτης μέντοι τεύξεται τῆς προνοίας, ἕως ἂν ἡ τοῦ Θεοῦ δικαιοσύνη φανῇ, πάντων ἀνθρώπων ποιουμένη τὴν κρίσιν. Αἰνίττεται δὲ ὁ λόγος τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν, καὶ τῶν Ἰουδαίων τὴν ἄρνησιν. Δικαιοσύνην γὰρ αὐτὸν ἐκάλεσε τὸν Δεσπότην Χριστόν. Αὐτὸς γὰρ καὶ Ἥλιος δικαιοσύνης ὠνόμασται, καὶ περὶ αὐτοῦ ἔφη ὁ μακάριος Παῦλος· «Ἐδόθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις.» Τῆς τοῦ Θεοῦ τοίνυν μνημονεύσας προνοίας, καὶ εἰρηκὼς, ὅτι «Οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὑτοῦ, καὶ τὴν κληρονομίαν αὑτοῦ οὐκ ἐγκαταλείψει,» καὶ τὴν ἐσομένην αὐτῶν προθεασάμενος ἄρνησιν, εἰκότως ἐπήγαγεν, «Ἕως οὗ ἐπιστρέψῃ δικαιοσύνη εἰς κρίσιν.» Ἕως γὰρ ἂν μὴ ἀρνηθῶσι τῆς δικαιοσύνης τὴν ἐπιφάνειαν, τῆς ἄνωθεν τεύξονται προμηθείας. «Καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ» Ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, Καὶ ὀπίσω αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Τούτῳ γὰρ, φησὶ, τῷ σωτηρίῳ, ὃ δικαιοσύνην ἐκάλεσεν, ἀκολουθήσουσιν οἱ καθαρὰν ἀπιστίας διάνοιαν ἔχοντες, καὶ εὐθέσι χρώμενοι λογισμοῖς. Συμβαίνει δὲ τοῖς εἰρημένοις καὶ τοῦ Κυρίου τὰ ῥήματα. Ἰδὼν γὰρ τὸν Πέτρον καὶ τὸν Ἀνδρέαν βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν, εἶπεν αὐτοῖς· «Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.» Καὶ τῷ εἰρηκότι. «Ἐπίτρεψόν μοι ἀπελθεῖν θάψαι τὸν πατέρα μου,» εἶπεν ὁ Κύριος. «Ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκροὺς, σὺ δὲ ἐλθὼν ἀκολούθει μοι.» Ἰουδαίων μὲν οὖν, φησὶ, μέχρι τῆς ἀρνήσεως ποιήσεται πρόνοιαν, τοὺς δὲ εὐθεῖς τῇ καρδίᾳ ἀκολούθους ἕξει, ἐχομένους αὐτοῦ, καὶ ἀντεχομένους, καὶ καταλιπεῖν οὐδ' ὅλως ἀνεχομένους. ιϛʹ. «Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν;» Σαφέστερον δὲ ὁ Σύμμαχος· Τίς ἀναστήσεται ὑπὲρ ἐμοῦ πρὸς κακούργους; τίς ἐνστήσεται ὑπὲρ ἐμοῦ πρὸς ἐργαζομένους ἀδι-