Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1637
Not analysed yet
κίας; Πάσης ἀνθρωπίνης εἰμὶ, φησὶν, ἔρημος βοηθείας, ἀλλ' ἔχω τὸν μέγαν ἐπίκουρον, τὸν σκεδάσαι ῥᾳδίως δυνάμενον τῶν ἐναντίων τὸ στίφος· Τοῦτο γὰρ διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν. ιζʹ. «Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου.» Εἰ μὴ γὰρ τῆς παρ' αὐτοῦ προνοίας ἀπήλαυσα, πάντως ἄν με θανάτῳ παρέδωκαν. ιηʹ. «Εἰ ἔλεγον, σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι.» Παραυτίκα γὰρ τὴν σὴν ἐπικαλούμενος πρόνοιαν, καὶ τὴν οἰκείαν διδάσκων ἀσθένειαν, τῆς σῆς φιλανθρωπίας ἀπήλαυον. ιθʹ. «Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου.» Ἀναλογοῦσαν δὲ ταῖς ὀδύναις τὴν παρὰ τῆς σῆς ἀγαθότητος ἐδεχόμην παραψυχήν. Οὕτω καὶ ὁ μακάριος ἔφη Παῦλος· «Καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.» Καὶ πάλιν Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι.» κʹ. «Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα.» Σαφέστερον δὲ ὁ Σύμμαχος· Μὴ συναφθήσεταί σοι θρόνος ἐπηρείας, ὁ πλάσσων ταλαιπωρίαν κατὰ προστάγματος; Οὐκ ἀνέξῃ, φησὶ, κοινωνῆσαι τῆς ἀδικίας τοῖς παρανόμως δικάζουσιν· οἳ ἐναντίαν τοῖς ὑπὸ σοῦ προστεταγμένοις τὴν ψῆφον ἐκφέροντες, τὴν ἐντεῦθεν φυομένην ἐπισπῶνται ταλαιπωρίαν. «Θρόνον γὰρ ἐπηρείας καὶ ἀνομίας» τοὺς ἀδίκους ἐκάλεσε δικαστὰς, οἳ κόπον καὶ ταλαιπωρίαν δρέπονται τῆς ἀδικίας καρπόν. καʹ. «Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῶον καταδικάσονται.» Ἔργον γὰρ τοῖς παρανόμοις τούτοις δικασταῖς, πάσῃ μηχανῇ κατὰ τῶν δικαίων κεχρῆσθαι, καὶ τῶν ἀθώων καὶ ἀναιτίων καταψηφίζεσθαι θάνατον, [καὶ τὰς ἄλλας τιμωρίας· δημεύσεις λέγω καὶ ἐξορίας, καὶ τὰ ὅμοια τούτοις.] κβʹ. «Καὶ ἐγένετό μοι Κύριος καταφυγή· καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου.» Ἐγὼ δὲ τῆς