Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1640
Not analysed yet
παρὰ τοῦ Δεσπότου προνοίας ἀπήλαυσα, καὶ αὐτὸν ἔσχον περίβολον ἰσχυρόν. κγʹ. «Καὶ ἀποδώσει αὐτοῖς Κύριος τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεός.» Ἐκεῖνοι δὲ τρυγήσουσι τοὺς τῶν ἰδίων πόνων καρποὺς, καὶ τῆς πονηρίας ἄξια τὰ ἐπίχειρα δέξονται. Ταῦτα οὐκ ἐκείνοις μόνοις, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις ἐγράφη. Πάντων γὰρ ἀνθρώπων ὁ τῶν ὅλων Θεὸς προμηθούμενος, πᾶσι τὴν πρόσφορον προσφέρει θεραπείαν. ΕΡΜΗΝ. ΤΟΥ ϟΔʹ ΨΑΛΜΟΥ. «Αἶνος ᾠδῆς τῷ Δαβίδ.» Ἀνεπίγραφος παρ' Ἑβραίοις. Ἰωσίας ὁ βασιλεὺς κομιδῇ γέγονεν εὐσεβής. Οὗτος θεασάμενος τοῦ λαοῦ τὸ πλεῖστον τὴν τῶν εἰδώλων ἀσπασάμενον θεραπείαν, προσέταξε μὲν ἅπαντας κατασφαγῆναι τῶν εἰδώλων τοὺς ἱερέας, τοὺς δὲ τούτων βωμοὺς ἐκ βάθρων ἀνασπασθῆναι· τῶν δὲ τετελευτηκότων ἱερέων ἀνορύξας τοὺς τάφους, τὰ τούτων ὀστᾶ κατέκαυσεν ἐν αὐτοῖς τοῖς τῶν δαιμόνων βωμοῖς. Εἶτα τὸν λαὸν ἅπαντα συναθροίσας, μεταμελείᾳ χρήσασθαι παραινεῖ, καὶ τὸν Θεὸν ἱλεώσασθαι, καὶ τούτῳ διαφυγεῖν τῷ τρόπῳ τὴν ἠπειλημένην πανωλεθρίαν. Ὀλδὰ γὰρ ἡ προφῆτις δεινὰ καὶ χαλεπὰ παντὶ προεθέσπισε τῷ λαῷ. Ταῦτα τοίνυν πόῤῥωθεν ὁ μακάριος Δαβὶδ τοῖς προφητικοῖς ὀφθαλμοῖς προϊδὼν, τοῦτον συνέγραψε τὸν ψαλμὸν, καὶ εἰς ἐκείνων ὠφέλειαν, καὶ διδασκαλίαν πάντων ἀνθρώπων. Ἐσχημάτισται δὲ ὁ ψαλμὸς ἐκ προσώπου τοῦ Ἰωσίου, καὶ τῶν τοῦ Θεοῦ ἱερέων. αʹ. «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.» Χορευόντων ἐστὶ τὸ προοίμιον, καὶ ἡδομένων ἐπὶ τῇ τῆς ἀσεβείας ἀπαλλαγῇ. Κοινῇ, φησὶ, τῷ Θεῷ τὸν ἐπινίκιον ἀναπέμψωμεν ὕμνον. Ὁ γὰρ ἀλαλαγμὸς νικώντων ἐστὶ φωνή. Ἐνίκησε δὲ τῶν εὐσεβῶν ὁ χορὸς τὸ στίφος τῶν δυσσεβῶν. Εἰκότως τοίνυν τὴν ἐπινίκιον ᾠδὴν προσφέρουσι τῷ Θεῷ· [καὶ μάλιστα ὁ τῶν ἀποστόλων καὶ μαρτύρων χορός. Ἄλλως δ' ἂν νοήσειαν καὶ ἅπαντες οἱ κατ' αὐτούς· «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν,» τῷ τὴν ἡμετέραν σωτηρίαν διὰ παθημάτων πραγματευσαμένῳ· ἵνα πάντας ἡμᾶς ἀπαθείας ἀξιώσειε· τῷ ἑλομένῳ κατελθεῖν μέχρι τοῦ ᾅδου ἵνα ἡμᾶς εἰς τοὺς οὐρανοὺς ἀναγάγῃ.] βʹ. «Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει· καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ.» Πρὸ τοῦ καιροῦ τῆς τιμωρίας τῇ μεταμελείᾳ χρησώμεθα, καὶ πρὶν τὴν καθ' ἡμῶν ἐξενεχθῆναι ψῆφον,