Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1641
Not analysed yet
τὸν Δεσπότην ἐκμειλιξώμεθα· προσενέγκωμεν δὲ αὐτῷ καὶ τὴν πρέπουσαν ὑμνῳδίαν. Εἶτα διδάσκει τοῦ Θεοῦ τὴν νίκην, καὶ τῶν εἰδώλων τὴν ἧτταν. γʹ. «Ὅτι Θεὸς μέγας Κύριος, καὶ βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.» Ἄῤῥητος γὰρ ἡ τοῦ ἡμετέρου Δεσπότου δύναμις. Οὗτος Θεὸς ἀληθὴς, οὗτος κατὰ πάντων ἔχει τὸ κράτος, καὶ τὴν ψευδῆ προσηγορίαν ἐλέγχει τῶν καλουμένων θεῶν. Εἶτα ὡς δυνατὸν ἀνθρωπείᾳ φύσει τῆς θείας δυνάμεως τὰ τεκμήρια δείκνυσιν. δʹ, εʹ. «Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν. Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν· καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.» Πάντων ἐστὶ ποιητὴς, πάντων Δεσπότης, αὐτὸς τὰ πάντα κυβερνᾷ· ἐν τῇ χειρὶ περιέχει τὴν κτίσιν, τὴν ὑγρὰν οὐσίαν, καὶ τὴν ξηρὰν αὐτὸς ἐδημιούργησε λόγῳ· αὐτοῦ εἰσι καὶ τῶν ὀρέων αἱ κορυφαὶ, κἂν μυριάκις οἱ δαίμονες πείθωσι τῶν ἀνθρώπων τοὺς ἀνοήτους ἐν τούτοις αὐτοῖς τὰ τεμένη πηγνύναι. ϛʹ. «Δεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν αὐτῷ, κλαύσωμεν ἐναντίον [Κυρίου] τοῦ ποιήσαντος ἡμᾶς.» Συνδράμωμεν τοίνυν προθύμως, καὶ τὸ προσῆκον αὐτῷ προσενέγκωμεν σέβας, καὶ ὀλοφυρόμενοι, καὶ δακρύοντες, τὸν ἔλεον ἐξαιτήσωμεν· αὐτὸς γὰρ ἡμῶν καὶ Ποιητὴς καὶ Δεσπότης. Διδάσκει δὲ καὶ ἡ ἱστορία καὶ τοῦ Ἰωσίου, καὶ τοῦ λαοῦ τὰ δάκρυα, ἃ μετὰ τὴν ἀνάγνωσιν τοῦ Δευτερονομίου προέχεαν. ζʹ. «Ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. «Καὶ φύσει Δεσπότης ἡμῶν ἐστι, καὶ διαφερόντως ἡμῶν ὑπάρχει Θεός. Λαὸν γὰρ ἡμᾶς οἰκεῖον καλεῖ, καὶ ὡς οἰκείοις προβάτοις προσφέρει τὴν ἐπιμέλειαν. [Λέγει δὲ καὶ αὐτὸς ὁ Κύριος μετὰ τὴν ἀκατάληπτον αὐτοῦ ἐνανθρώπησιν· «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει.» Καὶ πάλιν· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ τὴν ψυχὴν τίθημι ὑπὲρ τῶν προβάτων,» καὶ τὰ ἑξῆς.] Εἶτα λοιπὸν ἀπειλοῦσι τοῖς μὴ πειθομένοις τὴν τιμωρίαν, καὶ τῇ τῶν πατέρων δεδιττόμενοι μνήμῃ, καὶ διὰ τῆς ἐκείνης κατηγορίας τὴν ὠφέλειαν πραγματευόμενοι. ηʹ, θʹ. «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. Ὡς ἐν τῷ παραπικρασμῷ.» Ἐπειδὴ τὴν προτέραν ὑμῶν ἀσέβειαν διὰ τὴν οἰκείαν φιλανθρωπίαν ὁ Δεσπότης παρεῖδε, νῦν γοῦν αὐτοῦ παραινοῦντος ἀκούσατε, καὶ τὴν σωτήριον διδασκαλίαν προσφέροντος, καὶ μὴ μιμήσησθε τῶν πατέρων τὴν ἀτέρμονα καὶ ἀντίτυπον