Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1644
Not analysed yet
γνώμην. Παραπικρασμὸν γὰρ κέκληκε τὴν ἐν τῇ ἐρήμῳ πολλάκις γεγενημένην ἀντιλογίαν. Οὕτω καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ· «Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ.» Ἔδειξε δὲ καὶ τὸ τῆς γνώμης αὐθαίρετον. Οὐ γὰρ ἁπλῶς εἶπε· Μὴ σκληρυνθῆτε, ἀλλὰ «Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν,» διδάσκων ὡς αὐτοί εἰσι τῆς τοιαύτης καρδίας δημιουργοί· εἶτα σαφέστερον τῆς τῶν πατέρων ἀπειθείας ἀναμιμνήσκει. «Κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ. οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου. [ιʹ] Τεσσαράκοντα ἔτη.» Ἐπειδὴ γὰρ εἰς τὴν ἐπηγγελμένην εἰσελθεῖν οὐκ ἠβουλήθησαν γῆν, [ἀλλ' ἀντεῖπον κελεύοντι τῷ Θεῷ,] δέος ἄλογον προβαλλόμενοι, καὶ δειλίαν φάσκοντες, ὡς αὐτοὶ μὲν ἀναιρεθήσονται, δορυάλωτα δὲ τὰ παιδία γενηθήσεται, τὸν τεσσαρακοντούτην αὐτοὺς ἐν τῇ ἐρήμῳ διαγαγεῖν παρεσκεύασε χρόνον, ἕως αὐτοὶ κατηναλώθησαν. «Προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ.» Ὁ δὲ Ἀκύλας, καὶ ὁ Σύμμαχος, ἀντὶ τοῦ Προσώχθισα, Δυσηρεστήθην εἰρήκασι· τούτου, φησὶν, ἕνεκα τὴν γενεὰν ἐκείνην ἐβδελυξάμην, τὸ κοῦφον αὐτῶν καὶ εὐρίπιστον τῆς γνώμης ἰδών. ιαʹ. «Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.» Οἱ δὲ ταῖς ὠμοσμέναις ἀπειλαῖς προσέχειν οὐκ ἠθέλησαν, οὐδὲ μεταμελείᾳ λῦσαι τὴν ἀπειλὴν ἠβουλήθησαν. Οὗ δὴ χάριν τῆς τοῖς πατράσιν ἐπηγγελμένης οὐκ ἀπήλαυσαν γῆς. Τὴν γῆν γὰρ ἐκείνην κατάπαυσιν αὐτοῦ προσηγόρευσεν, ἢ κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς ἀνάπαυσιν, Ἐπειδὴ γὰρ ἐν τῇ ἐρήμῳ μεταβάσεις ὁδοιποροῦντες ἐποιοῦντο συχνὰς, τῆς σκηνῆς ἡγουμένης, ἐν ᾗ κατοικεῖν ὁ Θεὸς ἐνομίζετο, ἐν δὲ τῇ γῇ τῆς ἐπαγγελίας, καὶ αὐτοὶ τῆς ὁδοιπορίας ἐπαύσαντο, καὶ ἡ σκηνὴ τοῖς ἀφιερωθεῖσιν ἐνεπάγη χωρίοις, εἰκότως κατάπαυσιν ἐκάλεσε τῆς ἐπαγγελίας τὴν γῆν. Ὁδοὺς δὲ Θεοῦ τὰς οἰκονομίας ἐκάλεσεν. ΕΡΜΗΝ. ΤΟΥ ϟΕʹ. ΨΑΛΜΟΥ. «ᾨδὴ τῷ Δαβὶδ, ὅτε ὁ οἶκος ᾠκοδόμηται μετὰ τὴν αἰχμαλωσίαν, ἀνεπίγραφος παρ' Ἑβραίοις.» Οὐδὲ ταύτην ὁ μακάριος Δαβὶδ ἔγραψε τὴν ἐπιγραφὴν, οὔτε μὴν οἱ ἐξ ἀρχῆς τὴν προφητείαν ἡρμηνευκότες· ἄλλος δέ τις ὡς ἔοικεν τὴν ἐξ ἐπιπολῆς διάνοιαν τοῦ ψαλμοῦ κατιδὼν, ταύτην τέθεικε τὴν ἐπιγραφήν· ἁρμόττει δὲ καὶ τοῖς ἐκ Βαβυλῶνος