Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1645
Not analysed yet
ἐπανελθοῦσι, καὶ τὸν θεῖον δειμαμένοις νεὼν ἡ τοῦ γράμματος ἐπιφάνεια· ἐπειδήπερ ἐν αὐτοῖς ἐσκιαγραφήθη πάντων ἀνθρώπων ἡ σωτηρία. Προθεσπίζει δὲ ὅμως ἡ προφητεία καὶ τὴν προτέραν, καὶ τὴν δευτέραν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν, καὶ τὴν ἐσομένην κρίσιν, καὶ τὴν παρασχεθεῖσαν ἤδη τοῖς ἔθνεσι σωτηρίαν. «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.» Ἐπὶ καινοῖς γὰρ πράγμασι, καινῆς χρεία καὶ τῆς ὑμνῳδίας. «ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.» Πῶς ταῦτα Ἰουδαίοις ἁρμόττει παρὰ πάντων πολεμουμένοις ἀνθρώπων; Οὐ γὰρ ἥσθησαν οἱ τὴν ἐκείνων ἰδόντες ἐλευθερίαν· ἀλλὰ τοὐναντίον ἠχθέσθησαν, καὶ παντοδαποῖς αὐτοὺς κακοῖς περιβαλεῖν ἐπειράθησαν. Ὁ δὲ προφητικὸς λόγος πᾶσαν τὴν οἰκουμένην εἰς χορείαν καλεῖ. βʹ. «ᾌσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αἰτοῦ.» Καθ' ἑκάστην, φησὶν, ἡμέραν ἐξηγεῖσθε τὴν γεγενημένην εὐεργεσίαν. Εἶτα διδάσκει καί τισι χρὴ προσενεγκεῖν τὴν τοιαύτην ὑφήγησιν. γʹ. «Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ· ἐν πᾶσι λαοῖς τὰ θαυμάσια αὐτοῦ.» Πᾶν γένος ἀνθρώπων τῆς τοιαύτης διδασκαλίας ἀπολαυέτω, καὶ τὰς θείας μανθανέτω θαυματουργίας. δʹ. Ὅτι μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα· φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς.» Ἄῤῥητον γὰρ ἔχει τὸ μέγεθος τῶν ὅλων ὁ Κύριος, καὶ κατὰ τῶν ψευδωνύμων θεῶν τὴν οἰκείαν ἔδειξε δύναμιν, καὶ τὴν ἐκείνων ἀπάτην ἐξήλεγξε. Τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν. εʹ. «Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν.» [Περὶ γὰρ αὐτοῦ καὶ ὁ μακάριος Παῦλος φάσκει· «Εἰ γὰρ ἔγνωσαν, οὐκ αὐτὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.»] Οἱ μὲν γὰρ καλούμενοι θεοὶ δαίμονες ὤφθησαν πονηροί· ὁ δὲ ἡμέτερος τῶν οὐρανῶν ποιητὴς ἀπεφάνθη. [Ἐπὶ γὰρ τοῦ ἑκουσίου πάθους οὐ μόνον ἥλιος ἐσκοτίσθη καὶ πέτραι διεῤῥάγησαν, καὶ τὸ τοῦ ναοῦ καταπέτασμα κατεσχίζετο· ἀλλὰ καὶ οἱ τῶν οὐρανῶν δυνάμεις ἐσαλεύοντο, καὶ συντόμως εἰπεῖν τὸ πᾶν ἀνυπαρξίαν ἠπείλει βλέπον τὸν φέροντα τὰ πάντα ἐπὶ σταυροῦ κρεμάμενον.] ϛʹ. «Ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ, ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.» Καὶ γὰρ ἀνθρωπείαν φύσιν ἀναλαβὼν, καὶ διὰ ταύτης τοῖς ἀνθρώποις ἐπιφανεὶς, τὰς τῆς οἰκείας μεγαλοπρεπείας ἐκπέμπει μαρμαρυγὰς,