Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1648
Not analysed yet
καὶ πάντας εἰς προσκύνησιν ἕλκει· Ἁγίασμα γὰρ αὐτοῦ τὸν ναὸν προσηγόρευσεν, ὃν ἀνείληφε. Τῆς δὲ ὡραιότητος ἐμνημόνευσεν ἤδη καὶ ἐν τῷ μδʹ ψαλμῷ· «Ὡραῖος γὰρ ἔφη κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» ζʹ, ηʹ. «Ἐνέγκατε τῷ Κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν. Ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ.» Προσδράμετε τοίνυν ἅπαντες ἄνθρωποι τῷ σῶσαι βουλομένῳ Δεσπότῃ, καὶ τὸ προσῆκον αὐτῷ προσενέγκαντες σέβας, καὶ τὸν εὐεργέτην τοῖς τοῦ σώματος ὀφθαλμοῖς οὐχ ὁρῶντες, τῷ ὀνόματι αὐτοῦ τὴν ὑμνῳδίαν προσοίσατε. «Ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ. [θʹ] Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ·» Θυσίας λέγει τὰς λογικὰς, ἃς ὁρῶμεν διηνεκῶς ὑπὸ τῶν ἱερέων προσφερομένας καὶ ἱερουργουμένας. Καὶ τῶν αὐλῶν δὲ τὸ πλῆθος τὰς ἐκκλησίας δηλοῖ. Ἄλλως τε οὐδὲ Ἰουδαίοις τοῦτο προσέταξεν, ἵνα τις τὰς νομικὰς ὑποπτεύσῃ θυσίας· ἀλλὰ ταῖς πατριαῖς τῶν ἐθνῶν, αἳ τὰς τῆς καινῆς διαθήκης θυσίας ἐν ταῖς ἐκκλησίαις προσφέρουσι. Περὶ τούτων καὶ δι' ἑτέρου προφήτου προηγόρευσεν ὁ Θεὸς πρὸς Ἰουδαίους διαλεγόμενος· «Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν μέγα ὄνομά μου ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ τὸ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά.» —»Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.» ὁ δὲ Ἀκύλας, Ὠδινήσατε ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. Οὕτω δὴ καὶ ὁ Σύμμαχος. Ἔοικε δὲ ταῦτα τοῖς ὑπὸ τοῦ προφήτου Ἡσαΐου λεχθεῖσι, «Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας σου, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς.» Καὶ ἐνταῦθα τοίνυν ὁ προφητικὸς λόγος παρακελεύεται τοῖς ἔθνεσι δεξαμένοις τὰ σωτήρια σπέρματα, ὠδινῆσαι καὶ τεκεῖν τὴν εὐσέβειαν, καὶ σαλευθῆναι μὲν ἀπὸ τῆς προτέρας στάσεως, ἐν δὲ τοῖς θείοις ἐρεισθῆναί τε καὶ παγῆναι νόμοις. ιʹ. «Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.» Κηρύξατε τοίνυν τοῦ Θεοῦ τῶν ὅλων τὴν βασιλείαν· ἢ τὴν οἰκουμένην