Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1649
Not analysed yet
πλανωμένην μετέβαλε, καὶ τῇδε κἀκεῖσε φερομένην βεβαίαν ἀπέφηνεν. Οὕτω δὲ καὶ ὁ Σύμμαχος, Κύριος ἐβασίλευσε, καὶ ἔδρασε τὴν οἰκουμένην ἀπερίτρεπτον. Δῆλον μέντοι, ὡς αἰώνιος ἡ τοῦ Θεοῦ βασιλεία· ἐδείχθη δὲ τηνικαῦτα διὰ τῆς τῶν πραγμάτων μεταβολῆς. «Κρινεῖ λαοὺς εὐθύτητι.» Ἐπειδὴ βασιλέα τὸν Θεὸν ἔδειξεν, εἰκότως καὶ κρίσεως μέμνηται, τὸ εὐθὲς ταύτης ἀνακηρύττων, καὶ δίκαιον. ιαʹ. «Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ.» Πᾶσα, φησὶν, ἡ κτίσις κοινωνείτω τοῖς ἀνθρώποις τῆς εὐφροσύνης, καὶ τὰ οὐράνια, καὶ τὰ ἐπίγεια θυμηδίας ἐμφορηθήτω. Εἰ γὰρ ἐφ' ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρουσιν οἱ ἄγγελοι, μείζονα δήπουθεν ἔχουσιν εὐφροσύνην ἐπὶ τῇ πάντων ἀνθρώπων μεταβολῇ. «Σαλευθήτω ἡ θάλασσα, καὶ τὸ πλήρωμα αὐτῆς.» Ὁ δὲ Θεοδοτίων καὶ ὁ Σύμμαχος οὕτως· Ἠχήσει ἡ θάλασσα σὺν πληρώματι αὐτῆς. Ἅπας γὰρ τῶν ἀνθρώπων ὁ βίος, ὁ τὴν θαλαττίαν μιμούμενος ζάλην, τῶν θείων κηρυγμάτων δέξεται τὴν ἠχήν. Προλέγει δὲ κατὰ ταυτὸν, καὶ τὰς γεγενημένας τῶν ἀπίστων ἐπαναστάσεις κατὰ τῶν κηρύκων τῆς ἀληθείας, ὡς καὶ ἐν ἑτέροις ψαλμοῖς ἀπεδείξαμεν. ιβʹ. «Χαρήσεται τὰ πεδία, καὶ πάντα τὰ ἐν αὐτοῖς.» Ὁ δὲ Σύμμαχος οὕτως· Γαυριάσει ἀγρὸς, καὶ πάντα τὰ ἐν αὐτῷ Ἑρμηνεύων δὲ καὶ ὁ Κύριος τὴν τῶν ζιζανίων παραβολὴν, ἀγρὸν τὸν κόσμον ὠνόμασε· λέγει τοίνυν, ὅτι ἅπαντα χαρᾶς καὶ θυμηδίας πλησθήσονται. «Τότε ἀγαλλιάσεται πάντα τὰ ξύλα τοῦ δρυμοῦ.» Ὁ δὲ Ἀκύλας· Τότε αἰνέσουσι πάντα τὰ ξύλα τοῦ δρυμοῦ. Ἐκεῖνα διαφερόντως τῷ Θεῷ προξενήσει τὸν ὕμνον. Ἐξ αὐτῶν γὰρ τὸ σωτήριον ξύλον, ἐν ᾧ τοῦ Σωτῆρος προσηλώθη τὸ σῶμα, δι' οὗ τοῖς ἀνθρώποις ἀναβλαστάνει τὰ ἀγαθά. Εἰδέναι μέντοι προσήκει, ὡς προσωποποιΐᾳ ὁ προφητικὸς ἐχρήσατο λόγος. Οὔτε γὰρ οὐρανὸς, οὔτε γῆ, οὔτε θάλασσα, οὔτε πεδία, οὔτε τὰ ξύλα, λογικά τε καὶ ἔμψυχα, ἀλλ' οἱ ἐν τούτοις ὄντες τὴν ὑμνῳδίαν τῷ Θεῷ προσφέρουσι. Τὴν γὰρ θάλασσαν οἰκοῦσιν οἱ νησιῶται, τὴν δὲ γῆν ἠπειρῶται, τὸν δὲ οὐρανὸν ἄγγελοι. Οἱ δὲ τοὺς δρυμοὺς ὁρῶντες τῆς τῶν εἰδώλων θεραπείας ἀπηλλαγμένους, τῷ Θεῷ τὸν ὕμνον προσφέρουσιν· οὕτω καὶ τῶν υἱῶν Ἰσραὴλ τὴν ἐξ Αἰγύπτου πορείαν διδάσκων ὁ Προφήτης, τῇ προσωποποιΐᾳ πάλιν ἐχρήσατο· «Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν· ὁ Ἰορδά-