Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1652
Not analysed yet
νης ἐστράφη εἰς τὰ ὀπίσω. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.» Καὶ προσφέρει τὴν πεῦσιν, καὶ τὴν ἀπόκρισιν δέχεται, τῶν σεσωσμένων τὴν εὐθυμίαν διὰ τούτων δηλῶν. ιγʹ. «Ἀπὸ προσώπου Κυρίου, ὅτι ἔρχεται· ὅτι ἔρχεται κρῖναι τὴν γῆν.» Καλῶς τὰ δύο τέθεικε, «Καὶ ὅτι ἥκει, καὶ ὅτι ἔρχεται·» ἡ πρώτη μὲν γὰρ ἐπιφάνεια δέδωκε τοῖς ἀνθρώποις τὴν θείαν ἐπίγνωσιν· ἡ δὲ δευτέρα ποιήσεται τὴν τῶν πραγμάτων διάκρισιν. «Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὑτοῦ.» Τότε γὰρ, φησὶ, τότε τὴν δικαίαν κρίσιν ποιήσεται, οὐκ ἔτι τῇ προτέρᾳ μακροθυμίᾳ χρώμενος, ἀλλὰ τὴν τῶν πραγμάτων ἐξετάζων ἀλήθειαν, καὶ ὀρθὴν ἐκφέρων κατὰ πάντων τὴν ψῆφον. ΕΡΜΗΝ. ΤΟΥ ϟϛʹ ΨΑΛΜΟΥ. «Τῷ Δαβὶδ, ὅτε ἡ γῆ αὐτοῦ καθίστατο. Ἀνεπίγραφος παρ' Ἑβραίοις.» Ὡμολόγησε καὶ ὁ ταύτην τεθεικὼς τὴν ἐπιγραφὴν, μὴ εὑρηκέναι αὐτὴν παρ' Ἑβραίοις, ἀλλ' αὐτὸς τεθεικέναι. Οὐκοῦν οὐδὲ αὐτὴ ἡ προφητική· οὐδὲ γὰρ ἁρμόττει τῇ τοῦ ψαλμοῦ διανοίᾳ· ἁπάσης γὰρ τῆς γῆς, ἀλλ' οὐ τῆς Ἰουδαϊκῆς μόνης, τὴν κατάστασιν ὁ προφήτης λέγει. Εἰκὸς δὲ καὶ τὸν τὴν ἐπιγραφὴν ἐπιτεθεικότα τοῦ προφήτου νοῆσαι γῆν πᾶσαν τὴν οἰκουμένην, ὡς τῇ τούτου μελῳδίᾳ πάντων χρησαμένων ἀνθρώπων. Προθεσπίζει δὲ ὅμως ὁ ψαλμὸς καὶ τὴν προτέραν, καὶ τὴν δευτέραν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν, καὶ τῶν ἐθνῶν τὴν θεογνωσίαν, καὶ τὸ μέλλον κριτήριον. αʹ. «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί.» Διὰ τούτων τὴν προτέραν τοῦ Σωτῆρος ἐπιφάνειαν προλέγει. Οὗ δὴ χάριν, καὶ ἠπειρώτας, καὶ νησιώτας εἰς χορείαν διήγειρεν καὶ θυμηδίαν. Καὶ τοῦτοι γὰρ κἀκεῖνοι τῇ τῶν μελλόντων ἐλπίδι ψυχαγωγούμενοι γάννυνται. Βασιλεῦσαι δὲ τὸν Κύριον ἔφη, οὐχ ὡς τὸ τηνικαῦτα τὴν βασιλείαν δεξάμενον, ἀλλ' ὡς τότε τοῖς ἀνθρώποις τὴν οἰκείαν δείξαντα βασιλείαν. Καὶ ἵνα μὴ ταυτολογῶμεν, τοῖς ἤδη παρ' ἡμῶν ἑρμηνευθεῖσιν ἐντυχεῖν παρακαλοῦμεν τοὺς τοῦτο μαθεῖν ἀκριβέστερον βουλομένους. βʹ. «Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ· δικαιοσύνη καὶ κρῖμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ.» Διὰ τοῦ γνόφου, καὶ τῆς νεφέλης, τὸ ἀθέατον τῆς θείας ἐδίδαξε φύσεως· ὥσπερ γὰρ καὶ τὸν νεφέλῃ τινὶ, καὶ γνόφῳ συγκαλυπτόμενον ἀδύνατον κατιδεῖν· οὕτω πάμπαν ἀδύνατον θεάσασθαι τὴν ἀόρατον φύσιν. Ἀναμιμνήσκει δὲ ὅμως, ὡς αὐτός