Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1653
Not analysed yet
ἐστιν ὁ ἐν τῷ Σινᾷ ὄρει διὰ νεφέλης καὶ γνόφου τὴν οἰκείαν ποιησάμενος ἐπιφάνειαν· καὶ διδάσκει, ὅτι εἰ καὶ τὴν θείαν φύσιν ἀδύνατον κατιδεῖν, ἀλλ' οὖν διὰ τῆς ἐνεργείας τὴν ταύτης δύναμιν ἔνεστι θεωρῆσαι. Δικαιοσύνην γὰρ τοὺς ἀνθρώπους ἐπαίδευσε, καὶ τοὺς ἀδιακρίτως ἅπαντα δρῶντας, μετὰ κρίσεως ὀρθῆς ἐδίδαξε πολιτεύεσθαι· ταῦτα αὐτοῦ ὁ θρόνος καὶ ἡ βασιλεία κατώρθωσεν. γʹ. «Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ.» Ταῦτα τῆς δευτέρας ἐπιφανείας τὰ θεσπίσματα. Ταῦτα καὶ ὁ θεῖος ἐθεάσατο Δανιήλ· «Ὁ θρόνος αὐτοῦ, φησὶ, φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς ἐκπορευόμενος εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ· κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν.» δʹ. «Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ.» Δύο τοῦ πυρὸς αἱ ἐνέργειαι· οὐ γὰρ μόνον τὸ καίειν, ἀλλὰ καὶ τὸ φωτίζειν ἔχει. Ἀλλὰ τῆς μὲν ὁ τῶν ἁγίων ἀπολαύει χορὸς, θατέρας δὲ οἱ παρανομίᾳ συζήσαντες. Ἀστραπῇ δὲ αὑτοῦ τὴν παρουσίαν καὶ ὁ Δεσπότης ἀπείκασεν. Ἔφη δὲ οὕτω· «Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.» «Εἶδε, καὶ ἐσαλεύθη ἡ γῆ.» Τίς γὰρ οὐ δειμαίνει τὸ φοβερὸν ἐκεῖνο δικαστήριον; εʹ. «Τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς.» Οὐ μόνοι γὰρ οἱ ἀρχόμενοι, ἀλλὰ καὶ αὐτοὶ οἱ δυναστεύοντες καὶ βασιλεύοντες, κηροῦ δίκην πυρὶ πελάζοντος, τῷ φόβῳ διαλυθήσονται. Ὅσῳ γὰρ πλειόνων πραγμάτων οἰκονομίαν ἐνεχειρίσθησαν, τοσούτῳ πλείοσιν εὐθύναις ὑπόκεινται. Ὅσῳ δὲ πλέον τὸ χρέος, τοσούτῳ πλέον τὸ δέος. ϛʹ. «Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ· καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ.» Τοῦτο καὶ γέγονε, καὶ γενήσεται. Ἡνίκα μὲν γὰρ ὁ Δεσπότης ἐτέχθη Χριστὸς, χορὸς ἀγγέλων φανεὶς τῷ Θεῷ τὸν ὕμνον ἐπὶ τῇ τῶν ἀνθρώπων προσενήνοχε σωτηρίᾳ, καὶ ἐβόων ὑμνοῦντες· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Οὐρανοὺς τοίνυν ἐκάλεσε τὰς οὐρανίας δυνάμεις, ὥσπερ αὖ καὶ γῆν πολλάκις τοὺς τὴν γῆν