Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1656
Not analysed yet
οἰκοῦντας καλεῖ. Εἶδον δὲ καὶ οἱ κατὰ τὴν οἰκουμένην λαοὶ, διὰ τῆς οἰκείας μεταβολῆς, τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν δύναμιν· ἡ δευτέρα μέντοι παρουσία σαφῶς ἅπαντας ἀνθρώπους διδάξει τοῦ Δεσπότου τὴν βασιλείαν· τότε καὶ τῆς ἀγγέλων ὑμνῳδίας ἀκουσόμεθα πάντες. ζʹ. «Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν.» Τοῦ ἀληθινοῦ τοίνυν φωτὸς ἀνατείλαντος, ὑποχωρείτω τὸ σκότος, καὶ καταδυέσθωσαν οἱ τῇ πλάνῃ δουλεύοντες, ἐγκαλυπτέσθωσαν οἱ τοῖς εἰδώλοις λατρεύοντες. «Προσκυνήσατε αὐτῷ πάντες ἄγγελοι αὐτοῦ.» Καὶ ταύτην ὁ μακάριος Παῦλος τὴν προφητείαν τῷ Σωτῆρι προσήρμοσε. Φησὶ δὲ οὕτως ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· «Ὅτ' ἂν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Εἰς καιρὸν δὲ τοῦτο καὶ ἐνταῦθα τέθεικεν ὁ Προφήτης. Δείξας γὰρ αἰσχυνομένους καὶ ἐγκαλυπτομένους τοὺς τῶν εἰδώλων προσκυνητὰς, ὑποδείκνυσι τὰς ἀναρίθμους τῶν ἀγγέλων μυριάδας, τὸν ἡμέτερον προσκυνοῦντας Θεόν. ηʹ. «Ἤκουσε καὶ εὐφράνθη Σιὼν, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας, ἕνεκεν τῶν κριμάτων σου, Κύριε.» Καὶ ἐνταῦθα Σιὼν τὴν εὐσεβῆ πολιτείαν καλεῖ· θυγατέρας δὲ τῆς Ἰουδαίας, τὰς κατὰ τὴν οἰκουμένην Ἐκκλησίας. Ἐξ Ἰουδαίων γὰρ κατῆραν τὸ γένος οἱ τοῦ Σωτῆρος ἀπόστολοι, οἱ ταύτας φυτεύσαντες καὶ γεννήσαντες. Καὶ μάρτυς ὁ θεσπέσιος Παῦλος Κορινθίοις ἐπιστέλλων, καὶ διαῤῥήδην λέγων· Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Ἐπειδὴ τοίνυν καὶ μία ἡ τοῦ Σωτῆρος Ἐκκλησία· εἰς σῶμα γὰρ ἓν ἅπαντες τελοῦσιν οἱ πιστεύσαντες· καὶ αὖ πάλιν πολλαί· πολλὰ γὰρ τὰ μέλη τοῦ σώματος· διὰ μὲν τῆς Σιὼν τὸ κοινὸν ἐκάλεσε σύστημα τῶν εὐσεβῶν· διὰ δὲ τῶν θυγατέρων τῆς Ἰουδαίας, τοὺς ἐν πόλεσι καὶ κώμαις, καὶ ἀγροῖς, καὶ ἐσχατιαῖς τῶν πεπιστευκότων συλλόγους. Λέγει δὲ καὶ τούτους κἀκείνους εὐφροσύνης ἀναπεπλῆσθαι τὰ δίκαια κρίματα τοῦ κριτοῦ. θʹ. «Ὅτι σὺ Κύριος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς.» Χαίρουσι δὲ ἅπαντες καὶ ἀγάλλονται, τοῦ ἀληθοῦς Θεοῦ καὶ βασιλέως δεξάμενοι τὴν ἐπίγνωσιν, καὶ τῶν οὐκ ὄντων Θεῶν τὸν ἔλεγχον θεασάμενοι. Τῶν μὲν γὰρ ἐλέγχθη τὸ μάταιον, σοῦ δὲ