Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1657
Not analysed yet
τὸ ὕψος ἐδείχθη. Ἐπειδὴ δὲ οὐ μόνης ἡμῖν δεῖ πίστεως, ἀλλὰ καὶ πράξεως ἀγαθῆς, ἀναγκαίως καὶ ταύτην ὁ προφήτης προσφέρει τὴν συμβουλήν. ιʹ. «Οἱ ἀγαπῶντες τὸν Κύριον μισεῖτε πονηρά.» Εἰ τὸ ἀγαθὸν ὑμῖν ἐπέραστον, τὸ ἐναντίον βδελύξασθε. «Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;» Διὰ μέντοι τῆς πονηρίας ἀπηγόρευσε ἅπαντα τῆς κακίας τὰ εἴδη. Φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὑτοῦ, ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσεται αὐτούς.» Ἀποστρεφόμενοι τὴν πονηρίαν, καὶ τῆς ὀρθῆς καὶ δικαίας ἐπιμελούμενοι πολιτείας, ἕξετε κηδεμόνα, καὶ φύλακα, τῶν ὅλων τὸν Κύριον, καὶ κρείττους τῶν ἐπανισταμένων ὑμῖν γενήσεσθε δυσμενῶν. ιαʹ. «Φῶς ἀνέτειλε τῷ δικαίῳ· καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.» Οὐ γὰρ πάντες ἠβουλήθησαν ἄνθρωποι τοῦ φωτὸς ἀπολαῦσαι, οὐδὲ πάντες τὴν ἀπὸ τῆς πίστεως εὐφροσύνην ἐδέξαντο. Αὐτὸς γὰρ ὁ τῆς δικαιοσύνης Ἥλιος πᾶσι τῆς σωτηρίας τὰς ἀκτῖνας κατέπεμψεν· ἀλλ' εἰσὶν οἳ τοὺς ὀφθαλμοὺς ἔμυσαν, καὶ τὸ φῶς ἰδεῖν οὐκ ἠβουλήθησαν. ιβʹ. «Εὐφράνθητε, δίκαιοι, ἐν τῷ Κυρίῳ· καὶ ἐξομολογεῖσθε τὴν μνήμην τῆς ἁγιωσύνης αὐτοῦ.» Ἅπαντες τοίνυν οἱ τοῦ φωτὸς ἀπολαύσαντες, καὶ τὸν τῆς ἀρετῆς ἀσπασάμενοι κλῆρον, ἀγαλλιᾶσθε, καὶ τὸν Θεὸν ἀνυμνεῖτε, τὸ τῶν εὐεργεσιῶν ἐξηγούμενοι πλῆθος. Ἐξομολόγησιν γὰρ ἐνταῦθα τὴν εὐχαριστίαν ἐκάλεσεν. ΕΡΜΗΝ. ΤΟΥ ϟΖʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβίδ.» Καὶ οὗτος ὁ ψαλμὸς τὴν αὐτὴν ἔχει διάνοιαν· ἑκατέραν γὰρ τοῦ Σωτῆρος ἐπιφάνειαν προθεσπίζει· ἀλλὰ τὰ πλείονα περὶ τῆς προτέρας διέξεισιν. «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.» Ἐπειδὴ τῶν παλαιῶν πραγμάτων κηρύττει μεταβολὴν, καὶ καινήν τινα πολιτείαν προαγορεύει, εἰκότως καὶ ᾆσμα καινὸν κελεύει προσενεγκεῖν τῷ Θεῷ. «Ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος.» Ὑπερφυᾶ γὰρ καὶ παράδοξα τὰ ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γινόμενα. «Ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων αὐτοῦ ὁ ἅγιος.» Πολλάκις εἰρήκαμεν, ὅτι χεῖρα τὴν ἐνέργειαν λέγει, δεξιὰν δὲ τὴν ἀγαθὴν ἐνέργειαν. Λέγει δὲ, ὅτι τῆς αὐτοῦ δυνάμεως ἔργον, τῶν ἀνθρώπων ἡ σωτηρία. Ἀμέτρῳ δὲ φιλανθρωπίᾳ χρώμενος, οἰκεῖον ἡγεῖται κέρδος τὴν τῶν ἀνθρώπων ζωήν. Διά τοι τοῦτο οὐκ εἶπεν· Ἔσω-