Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1669
Not analysed yet
Θεὸν ἐκ Θεοῦ ὁμολογεῖν καὶ μονογενῆ τῷ Πατρὶ Υἱὸν, τὸν δι' ἡμᾶς ἐνανθρωπήσαντα. Ἀμήν.] ΕΡΜΗΝ. ΤΟΥ ϟΘʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβὶδ, Εἰς ἐξομολόγησιν· ἀνεπίγραφος παρ' Ἑβραίοις.» Ὁ προφήτης ἐνταῦθα πάντας ἀνθρώπους εἰς ὑμνῳδίαν καλεῖ, παρεγγυῶν διὰ πάντων θεραπεῦσαι τὸν Σωτῆρα Θεόν. βʹ. «Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.» Ἅπαντες ἄνθρωποι τὸν ἐπινίκιον ὕμνον προσενέγκατε τῷ Θεῷ· γῆν γὰρ τοὺς κατοικοῦντας τὴν γῆν καλεῖ. «Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ.» Οὐ γάρ ἐστι κατὰ τὴν πικρὰν τοῦ διαβόλου τυραννίδα, τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἡ βασιλεία, ἀλλ' ἥμερος αὐτοῦ καὶ φιλάνθρωπος ἡ δεσποτεία. Γεγηθότες τοίνυν τῇ δουλείᾳ προσέλθετε. «Εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.» Ὁ δὲ Σύμμαχος, μετ' εὐφημίας εἴρηκεν· ὁ δὲ Ἀκύλας, ἐν αἰνέσει, ἀγαλλομένων δὴ καὶ εὐφραινομένων ὁ ὕμνος. γʹ. «Γνῶτε ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν.» [Εἰ γὰρ καὶ ἄνθρωπος εἵλετο ὁ φιλάνθρωπος γενέσθαι, ἀλλὰ τὸ εἶναι Θεὸς ἔμεινεν ἔχων ἀεί· λέγει δὲ ὅτι] δι' αὐτῶν μάθετε τῶν πραγμάτων, ὡς ὁ ἡμέτερος Δεσπότης αὐτός ἐστιν τῶν ὅλων Θεός. Ταῦτα τοῖς ἔθνεσι προσέφερε τὰ παιδεύματα καὶ ὁ ἱερὸς τῶν ἀποστόλων χορὸς, ὡς ἡ τῶν πράξεων ἱστορία διδάσκει. «Αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς.» Οὐ γὰρ ἡμεῖς ἡμῶν αὐτοὶ δημιουργοὶ καθεστήκαμεν, ἀλλ' ὑπ' αὐτοῦ ἐπλάσθημεν. Οὕτως ὁ μακάριος Παῦλος Ἀθηναίους ἐδίδασκεν· «Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς.» Τοῦτο καὶ ἐνταῦθα ὁ Προφήτης διδάσκει· «Αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς.» Ὁ δὲ Σύμμαχος οὕτως, Αὐτὸς ἐποίησεν ἡμᾶς οὐκ ὄντας. «Ἡμεῖς δὲ λαὸς αὐτοῦ, καὶ πρόβατα νομῆς αὐτοῦ.» Διὰ τούτων οὐ μόνον τὴν δεσποτείαν, ἀλλὰ καὶ τὴν κηδεμονίαν ἐδήλωσεν. Οὐ μόνον γὰρ ἡμῶν Δεσπότης ἐστὶν, ἀλλὰ καὶ ποιμὴν, τὴν ἀγαθὴν ἡμῖν προσφέρων νομήν· ἡμεῖς δὲ αὐτοῦ καὶ λαὸς ὡς βασιλέως, καὶ πρόβατα ὡς ποιμένος. δʹ. «Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις.» Πύλας αὐτοῦ, καὶ αὐλὰς αὐτοῦ, τὰς ἐκκλησίας καλεῖ.