Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1672
Not analysed yet
Αὗται γὰρ ἡμῶν τὴν πρὸς αὐτὸν παρέχουσιν εἴσοδον, ἐν αἷς προσήκει τὰς θείας αὐτοῦ καὶ σωτηρίους ἐργασίας διεξιέναι, καὶ τὸν χαριστήριον ὕμνον οἷόν τι δῶρον προσφέρειν. «Ἐξομολογεῖσθε αὐτῷ· αἰνεῖτε τὸ ὄνομα αὐτοῦ. [εʹ] Ὅτι χρηστὸς Κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.» Πῶς γὰρ οὐ δίκαιον ὑμνεῖν τὸν ἀῤῥήτῳ φιλανθρωπίᾳ χρώμενον, καὶ ταῖς ἀγαθαῖς ὑποσχέσεσιν ἐπιτιθέντα τὸ πέρας; Ἃ γὰρ ἐπὶ τῆς τῶν προγόνων ὑπέσχετο γενεᾶς, ταῦτα ἐπὶ τῆς ἡμετέρας πεπλήρωκεν, καὶ ἣν ἐπηγγείλατο σωτηρίαν, ἀληθῶς ἐδωρήσατο, [διὰ σταυροῦ καὶ θανάτου τὴν ἡμετέραν σωτηρίαν πραγματευσάμενος. Ἀμήν]. ΕΡΜΗΝ. ΤΟΥ Ρʹ ΨΑΛΜΟΥ. αʹ. «Τῷ Δαβὶδ ψαλμός.» Ἔνια τῶν ἀντιγράφων ἔχει· «Τετράδι Σαββάτων.» Οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς, οὔτε παρὰ τοῖς Ἑβδομήκοντα ταύτην εὑρήκαμεν τὴν προσθήκην. Ὑπόθεσιν δὲ ὁ ψαλμὸς ταύτην ἔχει· Ἰωσίας ὁ βασιλεὺς ἀνέσπασεν ἅπαντας ἐκ βάθρων τοὺς τῶν εἰδώλων βωμούς· τοὺς δὲ τούτων κατηκόντισεν ἱερέας· εἰς δὲ τὴν προτέραν εὐσέβειαν ἐποδήγησε τὸν λαόν. Οὐ μόνης δὲ τῆς τῶν δογμάτων ἐφρόντισεν ὑγείας, ἀλλὰ καὶ τῶν τῆς ἀρετῆς ἐπεμελήθη κατορθωμάτων, ὀρθῶς δικάζων, γεραίρων τὸ δίκαιον, ἐπαρκῶν ἀδικουμένοις, τοὺς ἀδικοῦντας κολάζων, τῆς τῶν συνοικούντων ὠφελείας ἐπιμελούμενος. Ταῦτα πόῤῥωθεν ὁ μακάριος Δαβὶδ θεασάμενος, τοῦτον συνέγραψε τὸν ψαλμὸν, καὶ τὴν ἐκείνου διεξιὼν ἀρετὴν, καὶ πᾶσιν ἀνθρώποις τελειότητος προστιθεὶς χαρακτῆρα. «Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε.» Ἐπειδὴ γὰρ καὶ τοὺς ἀδικουμένους ἠλέει, καὶ τῶν ἀδικούντων ὁ θαυμάσιος Ἰωσίας κατεψηφίζετο, τὴν περὶ ἐκείνων διήγησιν, εὐφημίαν ἐλέου καὶ κρίσεως προσηγόρευσε. βʹ. «Ψαλῶ, καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ.» Ὁ δὲ Σύμμαχος οὕτως· Μελῳδήσω, ἐννοήσω ὁδὸν ἄμωμον Ἣν διὰ τῆς τοῦ Πνεύματος χάριτος ἐθεασάμην ἄμωμον ὁδὸν, καὶ θυμήρη Θεῷ, ταύτην νῦν διὰ τῆς μελῳδίας προσθήσω. «Πότε ἥξεις πρός με;» τοσαύτην γὰρ ὁ θαυμάσιος οὗτος ἀνὴρ ἐκτήσατο καθαρότητα, ὡς μετὰ παῤῥησίας βοῆσαι πρὸς τὸν Θεὸν,» Πότε ἥξεις πρός με; Ἀντὶ τοῦ, Εὐπρεπῆ σοι τὰ βασίλεια κατέστησα, ποθῶ σου [τὴν παρουσίαν, ὦ Δέσποτα· ἱμείρομαί σου] τῆς ἐπιφανείας, ἀλλὰ δὸς τὸ ποθούμενον. «Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου.» Ἁπλότητι συζῶν διετέλεσα· οὐκ ἐχρώμην δι-