Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1673
Not analysed yet
πλόῃ, οὐδὲ ἄλλος μὲν τοῖς ἐκτὸς ἐφαινόμην, ἐν δὲ τῇ οἰκίᾳ τἀναντία δρᾷν ἠνειχόμην, ἀλλὰ συνέβαινε τοῖς φαινομένοις τὰ κεκρυμμένα. γʹ. «Οὐ προσετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον.» Οὐ μόνον τὰς παρανόμους πράξεις ἐβδελυττόμην, ἀλλὰ καὶ τὰς περὶ τούτων ἐνθυμήσεις ἀπεσειόμην, τὸν λογισμὸν πρὸ τῶν ἄλλων ἁπάντων ῥυθμίζων καὶ διευθύνων. «Ποιοῦντας παραβάσεις ἐμίσησα.» Ἀπεστρεφόμην δὲ καὶ τοὺς τῶν θείων καταφρονοῦντας θεσμῶν. δʹ. «Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή.» Συνήθεις δέ μοι ἦσαν οἱ τιμῶντες τὸ δίκαιον· τοὺς δὲ τὰ ἐναντία προαιρουμένους, καὶ τὸν ὀρθὸν λογισμὸν οὐκ ἐθέλοντας ἔχειν, πόῤῥω τῶν ἐμῶν ἐποιούμην συλλόγων. «Ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον.» Εἰ δέ τις τῶν συνόντων πονηρίᾳ χρώμενος ἀποστῆναι τῆς ἐμῆς ἠθέλησε συνουσίας, οὐδὲ χωρισμὸν ὑπελάμβανον τὸν τοιοῦτον χωρισμόν. Οὕτως εὐκαταφρόνητος ἦν μοι λίαν ὁ τὴν κακίαν αἱρούμενος. εʹ. «Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον.» Τὰς δὲ λάθρα γινομένας κατηγορίας οὐ προσιέμην, ἀλλὰ τοὺς τοῦτο δρᾷν πειρωμένους ἐξήλαυνον. «Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον.» Οὔτε τοὺς ἀλαζονείᾳ [καὶ πλεονεξίᾳ] χρωμένους ἐποιούμην συσσίτους. ϛʹ. «Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ.» Συνεδρίων δέ μοι καὶ βουλῆς ἐκοινώνουν οἱ πίστει κοσμούμενοι, καὶ περὶ πολλοῦ τὰ θεῖα ποιούμενοι. «Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει.» Οὐ μόνον δὲ φίλων καὶ συμβούλων, ἀλλὰ καὶ τῶν διακόνων πολλὴν ἐποιούμην φροντίδα. Ὑπηρέταις γὰρ ἐχρώμην ἀρετῆς ἐπιμελομένοις, καὶ κακίας ἀπηλλαγμένοις. ζʹ. «Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν.» Οὐδένα δὲ τῶν ὑπεροψίᾳ χρωμένων σύνοικον ἔχειν ᾑρούμην. «Λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου.» Εἰ δέ τις συνεβούλευσεν, ἢ ἐξῄτησεν ἄδικα, διαμαρτὼν ἀπελήλυθεν· [σπουδὴ γάρ μοι ἀποκλείειν τὰς ἀκοὰς τοῖς διαβάλλειν ἐθέλουσιν.] ηʹ. «Εἰς τὰς πρωΐας ἀπέκτενον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.»