Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1676
Not analysed yet
Τοῦτο σαφῶς παρὰ τῆς ἱστορίας ἐμάθομεν. Ἅπαντας γὰρ τοὺς δυσσεβεῖς ἱερέας τῷ θανάτῳ παρέπεμψε, καὶ τὴν ἱερὰν ἐξεκάθηρε πόλιν. [Πρωΐαν δὲ καλεῖ τὴν ἀρχὴν τῆς αὐτοῦ βασιλείας· ὡς ὄρθρος γὰρ αὐτὸς ἀνέτειλε μετὰ τῆς πρεπούσης καὶ φωτιζούσης δικαιοσύνης.] Ὁ δὲ βουλόμενος τὴν τοῦ ἀνδρὸς ἀρετὴν καταμαθεῖν ἀκριβέστερον, εὑρήσεται ταύτην ἔκ τε τῆς δευτέρας τῶν Παραλειπομένων, καὶ ἐκ τῆς τετάρτης τῶν Βασιλειῶν ἱστορίας. [Σπουδασάτω τοίνυν ἕκαστος μιμητὴς τοῦδε τοῦ ἀνδρὸς γενέσθαι· ἵνα τῆς ἴσης αὐτῷ κοινωνήσῃ παρὰ Χριστῷ παῤῥησίας. Ἀμήν.] ΕΡΜΗΝ. ΤΟΥ ΡΑʹ ΨΑΛΜΟΥ. αʹ. «Προσευχὴ τῷ πτωχῷ· ὅταν ἀκηδιάσῃ, καὶ ἔναντι Κυρίου ἐκχέῃ τὴν δέησιν αὑτοῦ.» Πρόῤῥησιν μὲν ὁ ψαλμὸς ἔχει τῆς ἐν Βαβυλῶνι τοῦ λαοῦ τῶν Ἰουδαίων ταλαιπωρίας, καὶ τῆς ἐκεῖθεν ἐπανόδου. Προαγορεύει δὲ κατ' αὐτὸν, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν καὶ σωτηρίαν. Ἁρμόττει δὲ καὶ παντὶ συμφορᾷ τινι προσπαλαίοντι, καὶ τῆς θείας ῥοπῆς τυχεῖν ἱκετεύοντι. Πτωχὸν γὰρ καλεῖ, τὸν θείας ἐνδεῆ προμηθείας. βʹ. «Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ [ἐλθέτω]. Δέξαι μου τὴν ἱκετηρίαν, ὦ Δέσποτα, καὶ ποτνιωμένῳ τὴν σὴν βοήθειαν ὄρεξον. Τὴν γὰρ κραυγὴν, οἰμωγὴν ὁ Σύμμαχος εἴρηκεν. γʹ. «Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ.» Εὐμενής μοι γενοῦ, καὶ λῦσον τὴν ἀγανάκτησιν. «Ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον πρός με τὸ οὖς σου· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου.» Δηλοῖ καὶ ταῦτα τοῦ ψαλμοῦ τὰ ῥήματα, ὡς μελλόντων ἐστὶ πρόῤῥησις, καὶ οὐ γεγενημένων διήγησις. Ἐπειδὴ γὰρ ἐν εὐκληρίᾳ πολλῇ, καὶ περιφανείᾳ ἐτύγχανεν ὢν ὁ λαὸς ἐν τῇ τοῦ θεσπεσίου Δαβὶδ βασιλείᾳ· εἰκότως ὁ προφήτης, τῷ ἐκείνων κεχρημένος προσώπῳ, προσφέρει τὴν ἱκετείαν, καὶ τυχεῖν ἀντιβολεῖ τῆς θείας κηδεμονίας, ἡνίκα ἂν γένοιτο τούτου καιρός. δʹ. «Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου· καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν.» Ἐντεῦθεν κατὰ τὸ οἰκεῖον ἰδίωμα τὰς ἐσομένας ὡς γεγενημένας συμφορὰς διηγεῖται, καί φησι καπνῷ παραπλησίως τὸν τῆς ζωῆς ἀναλωθῆναι χρόνον, καὶ ἐξ ἀθυμίας δαλὸν ξηρὸν γεγενῆσθαι τὸ σῶμα, ὡς ὑπό τινος καταφλεχθὲν πυρὸς προσβολῆς. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσεν, Καὶ τὰ ὀστᾶ μου ὡς καῦσις ἐψαθυρώθη. εʹ. «Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου.» Ἀλλὰ γὰρ καὶ χόρτῳ παραπλησίως ἀπέσβην· καὶ τὸ πρότερον ἄνθος ἀπώλεσα.